Ancient Greek · ~7 min
21.1 to 21.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 21.1-5-10
Not analysed yet
Οὕτω μὲν δὴ οἱ πρέσβεις ἐς τὸ σφέτερον στρατόπεδον ἐκομίζοντο. καὶ ἐπεὶ αὐτῶν Οὐίττιγις ἐπυνθάνετο ὁποῖός τε ἀνὴρ Βελισάριος εἴη καὶ γνώμης ὅπως ποτὲ ἀμφὶ τῇ ἐνθένδε ἀναχωρήσει ἔχοι, ἀπεκρίναντο ὡς οὐκ εἰκότα Γότθοι ἐλπίζουσι, δεδίξεσθαι Βελισάριον ὅτῳ δὴ τρόπῳ οἰόμενοι. Οὐίττιγις δὲ ταῦτα ἀκούσας τειχομαχεῖν τε πολλῇ σπουδῇ ἐβουλεύετο καὶ τὰ ἐς τὴν τοῦ περιβόλου ἐπιβουλὴν ἐξηρτύετο ὧδε. πύργους ξυλίνους ἐποιήσατο ἴσους τῷ τείχει τῶν πολεμίων, καὶ ἔτυχέ γε τοῦ ἀληθοῦς μέτρου πολλάκις ξυμμετρησάμενος ταῖς τῶν λίθων ἐπιβολαῖς. τούτοις δὲ τοῖς πύργοις τροχοὶ ἐς τὴν βάσιν ἐμβεβλημένοι πρὸς γωνίᾳ ἑκάστῃ ὑπέκειντο, οἳ δὴ αὐτοὺς κυλινδούμενοι ῥᾷστα περιάξειν ἔμελλον ὅπη οἱ τειχομαχοῦντες ἀεὶ βούλοιντο, καὶ βόες τοὺς πύργους ξυνδεδεμένοι εἷλκον. ἔπειτα δὲ κλίμακας πολλάς τε τὸ πλῆθος καὶ ἄχρι ἐς τὰς ἐπάλξεις ἐξικνουμένας ἡτοίμαζε καὶ μηχανὰς τέσσαρας αἳ κριοὶ καλοῦνται. ἔστι δὲ ἡ μηχανὴ τοιαύτη. κίονες ὀρθοὶ ξύλινοι τέσσαρες ἀντίοι τε καὶ ἴσοι ἀλλήλοις ἑστᾶσι. τούτοις δὲ τοῖς κίοσι δοκοὺς ὀκτὼ ἐγκαρσίας ἐνείροντες τέσσαρας μὲν ἄνω, τοσαύτας δὲ πρὸς ταῖς βάσεσιν ἐναρμόζουσιν. οἰκίσκου τε σχῆμα τετραγώνου ἐργαζόμενοι προκάλυμμα πανταχόθεν ἀντὶ τοίχων τε καὶ τείχους διφθέρας αὐτῷ περιβάλλουσιν, ὅπως ἥ τε μηχανὴ τοῖς ἕλκουσιν ἐλαφρὰ εἴη καὶ οἱ ἔνδον ἐν ἀσφαλεῖ ὦσιν, ὡς πρὸς τῶν ἐναντίων ἥκιστα βάλλεσθαι. ἐντὸς δὲ αὐτῆς δοκὸν ἑτέραν ἄνωθεν ἐγκαρσίαν ἀρτήσαντες χαλαραῖς ταῖς ἁλύσεσι κατὰ μέσην μάλιστα τὴν μηχανὴν ἔχουσιν. ἧς δὴ ὀξεῖαν ποιούμενοι τὴν ἄκραν, σιδήρῳ πολλῷ καθάπερ ἀκίδα καλύπτουσι βέλους, ἢ καὶ τετράγωνον, ὥσπερ ἄκμονα, τὸν σίδηρον ποιοῦσι. καὶ τροχοῖς μὲν ἡ μηχανὴ τέσσαρσι πρὸς κίονι ἑκάστῳ κειμένοις ἐπῆρται, ἄνδρες δὲ αὐτὴν οὐχ ἧσσον ἢ κατὰ πεντήκοντα κινοῦσιν ἔνδοθεν. οἳ ἐπειδὰν αὐτὴν τῷ περιβόλῳ ἐρείσωσι, τὴν δοκὸν ἧς δὴ ἄρτι ἐμνήσθην μηχανῇ τινι στρέφοντες ὀπίσω ἀνέλκουσιν, αὖθίς τε αὐτὴν ξὺν ῥύμῃ πολλῇ ἐπὶ τὸ τεῖχος ἀφιᾶσιν.