Ancient Greek · ~5 min
20.14 to 20.20
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 20.14-2-20
Not analysed yet
ἡδέως δ’ ἂν καὶ Ῥωμαίους ἔτι ἐροίμεθα τούσδε, τί ποτε ἄρα Γότθοις ἐπικαλεῖν ἔχοντες ἡμᾶς τε αὖ καὶ σφᾶς αὐτοὺς προὔδοσαν, οἵ γε τῆς μὲν ἡμετέρας ἐπιεικείας ἄχρι τοῦδε ἀπήλαυσαν, νῦν δὲ καὶ τῆς παρ’ ὑμῶν ἐπικουρίας εἰσὶν ἔμπειροι.” Τοσαῦτα μὲν οἱ πρέσβεις εἶπον. Βελισάριος δὲ ἀμείβεται ὧδε· “Ὁ μὲν τῆς ξυμβουλῆς καιρὸς οὐκ ἐφ’ ὑμῖν κείσεται. γνώμῃ γὰρ τῶν πολεμίων ἥκιστα εἰώθασι πολεμεῖν ἄνθρωποι, ἀλλ’ αὐτόν τινα τὰ οἰκεῖα διατίθεσθαι νόμος, ὅπη ἂν αὐτῷ δοκῇ ὡς ἄριστα ἔχειν. φημὶ δὲ ὑμῖν ἀφίξεσθαι χρόνον ἡνίκα ὑπὸ ταῖς ἀκάνθαις βουλόμενοι τὰς κεφαλὰς κρύπτεσθαι οὐδαμῆ ἕξετε. Ῥώμην μέντοι ἑλόντες ἡμεῖς τῶν ἀλλοτρίων οὐδὲν ἔχομεν, ἀλλ’ ὑμεῖς ταύτης τὰ πρότερα ἐπιβατεύσαντες, οὐδὲν ὑμῖν προσῆκον, νῦν οὐχ ἑκόντες τοῖς πάλαι κεκτημένοις ἀπέδοτε. ὅστις δὲ ὑμῶν Ῥώμης ἐλπίδα ἔχει ἀμαχητὶ ἐπιβήσεσθαι, γνώμης ἁμαρτάνει. ζῶντα γὰρ Βελισάριον μεθήσεσθαι ταύτης ἀδύνατον.” τοσαῦτα μὲν καὶ Βελισάριος εἶπε. Ῥωμαῖοι δὲ ἐν δέει μεγάλῳ γενόμενοι ἡσυχῆ ἐκάθηντο, καὶ οὐδὲν τοῖς πρέσβεσιν ἀντιλέγειν ἐτόλμων, καίπερ ἐπὶ τῇ ἐς Γότθους προδοσίᾳ πολλὰ πρὸς αὐτῶν κακιζόμενοι, πλήν γε δὴ ὅτι Φιδέλιος αὐτοὺς ἐρεσχελεῖν ἔγνω. ὃς τότε τῆς αὐλῆς ὕπαρχος καταστὰς πρὸς Βελισαρίου ἐτύγχανε, καὶ ἀπ’ αὐτοῦ πάντων μάλιστα ἔδοξε βασιλεῖ εὐνοϊκῶς ἔχειν.