Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 21.14
Not analysed yet
στρατηγῷ τε γὰρ ἐντυχεῖν ἔφη ἀνδρειοτάτῳ τε καὶ ξυνετωτάτῳ ἀνθρώπων ἁπάντων καὶ στρατιώταις οἵους ἄλλους αὐτὸς οὐ πώποτε εἶδεν, ὧν δὴ τὴν εὐκοσμίαν θαυμάσειε μάλιστα πάντων, εἶναί τε οὐκ ἐξ ἀντιπάλου τοῦ κινδύνου αὐτῷ τε καὶ Βελισαρίῳ τὴν ἀγωνίαν, διαφέρειν δέ, ὅτι νικήσας μὲν αὐτὸς τὸν Καίσαρος νικήσει δοῦλον, ἡσσηθεὶς δέ, ἂν οὕτω τύχοι, μέγα τι αἶσχος τῇ τε βασιλείᾳ πορίσεται καὶ τῷ Περσῶν γένει, καὶ Ῥωμαῖοι μὲν νενικημένοι ῥᾳδίως ἂν ἔν τε ὀχυρώμασι καὶ γῇ τῇ αὐτῶν διασώζοιντο, αὐτῶν δέ, ἤν γέ τι ἐναντίωμα ξυμβαίη, οὐδ’ ἂν ἄγγελος διαφύγοι ἐς τὴν Περσῶν χώραν.