Ancient Greek · ~2 min
21.15 to 21.17
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 21.15-17
Not analysed yet
ταύτῃ ὁ Χοσρόης ἀναπεισθεὶς τῇ ὑποθήκῃ ἀναστρέφειν μὲν ἐς τὰ Περσῶν ἤθη ἐβούλετο, ἀμηχανίᾳ δὲ πολλῇ εἴχετο. τήν τε γὰρ διάβασιν τοῦ ποταμοῦ πρὸς τῶν πολεμίων φυλάσσεσθαι ᾤετο καὶ ὁδῷ τῇ αὐτῇ, ἐρήμῳ ἀνθρώπων παντάπασιν οὔσῃ, ὀπίσω ἀπελαύνειν οὐχ οἶός τε ἦν, ἐπεὶ ἅπαντα σφᾶς τὰ ἐπιτήδεια ἤδη ἐπιλελοίπει ἅπερ τὸ πρότερον ξὺν αὑτοῖς ἔχοντες ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλον. τέλος δὲ πολλὰ λογισαμένῳ ξυμφορώτατόν οἱ ἔδοξεν εἶναι μάχῃ διακινδυνεύσαντι ἐς γῆν τε τὴν ἀντιπέρας ἥκειν καὶ διὰ χώρας πᾶσιν εὐθηνούσης τοῖς ἀγαθοῖς τὴν πορείαν ποιήσασθαι.