Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ, Chapter 21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 21.17
Not analysed yet
οἵ τε βάρβαροι ἐς Βυζάκιον ἀφικόμενοι πλεῖστα ἐξ ἐπιδρομῆς ἐληίσαντο τῶν ἐκείνῃ χωρίων· Ἀντάλας δὲ ʽοὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε Ῥωμαίοις πιστοῦ διαμεμενηκότος καὶ δι’ αὐτὸ μόνου ἐν Βυζακίῳ Μαυρουσίων ἄρχοντοσ̓ ἤδη Σολόμωνι ἐκπεπολεμωμένος ἐτύγχανεν, ὅτι τε τὰς σιτήσεις αἷς αὐτὸν βασιλεὺς ἐτετιμήκει Σολόμων ἀφείλετο καὶ τὸν ἀδελφὸν τὸν αὐτοῦ ἔκτεινε, ταραχήν τινα αὐτῷ ἐς Βυζακηνοὺς γινομένην ἐπενεγκών.