Ancient Greek · ~7 min
21.18 to 21.26
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 21.18-3-26
Not analysed yet
τότε οὖν τούτους Ἀντάλας τοὺς βαρβάρους ἄσμενός τε εἶδε καὶ ὁμαιχμίαν ποιησάμενος ἐπὶ Σολόμωνά τε καὶ Καρχηδόνα σφίσιν ἡγήσατο. Σολόμων δέ, ἐπεὶ ταῦτα ἤκουσε, παντὶ τῷ στρατῷ ἄρας ἐπ’ αὐτοὺς ᾔει, καὶ καταλαβὼν ἀμφὶ πόλιν Τεβέστην, ἓξ ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, ἐστρατοπεδεύσατο αὐτός τε καὶ οἱ Βάκχου τοῦ ἀδελφοῦ παῖδες Κῦρός τε καὶ Σέργιος καὶ Σολόμων ὁ νεώτατος. δείσας τε τὸ τῶν βαρβάρων πλῆθος ἔπεμψε παρὰ τῶν Λευαθῶν τοὺς ἄρχοντας, μεμφόμενος μὲν ὅτι δὴ ἔνσπονδοι Ῥωμαίων ὄντες εἶτα ἐν ὅπλοις γενόμενοι ἐπ’ αὐτοὺς ἥκουσι, τὴν δὲ εἰρήνην ἀξιῶν ἐν σφίσι κρατύνασθαι, ὅρκους τε ὀμεῖσθαι τοὺς δεινοτάτους ὑπέσχετο, ἦ μὴν ἀμνηστίᾳ τῶν πεπραγμένων ἑ̓ς αὐτοὺς χρήσεσθαι. χλευάζοντες δὲ τὰ εἰρημένα οἱ βάρβαροι πάντως αὐτὸν ὀμεῖσθαι τὰ Χριστιανῶν λόγια ἔφασαν, ἅπερ καλεῖν εὐαγγέλια νενομίκασιν. οὐκοῦν ἐπειδὴ Σέργιος ταῦτα ὀμόσας εἶτα τοὺς πιστεύσαντας ἔκτεινε, βουλομένοις σφίσιν αὐτοῖς εἴη ἐς μάχην ἰοῦσι τούτων δὴ τῶν λογίων ἀποπειρᾶσθαι, ὁποίαν τινὰ πρὸς τοὺς ἐπιόρκους δύναμιν ἔχουσιν, ὅπως αὐτοῖς βεβαιότατα πιστεύσαντες οὕτω δὴ ἐπὶ τὰς ξυνθήκας καθιστῶνται. ταῦτα Σολόμων ἀκούσας τὰ ἑ̓ς τὴν ξυμβολὴν ἐξηρτύετο. Τῇ δὲ ὑστεραίᾳ μοίρᾳ τινὶ τῶν πολεμίων λείαν ὅτι πλείστην ἀγούσῃ ξυμβαλὼν καὶ μάχῃ νικήσας ἀφελών τε τὴν λείαν ἐφύλασσε πᾶσαν. δυσανασχετοῦσι δὲ τοῖς στρατιώταις καὶ δεινὰ ποιουμένοις, ὅτι δὴ αὐτοῖς οὐκ ἐδίδου τὰ λάφυρα, ἔφασκεν ἀναμένειν τὸ τοῦ πολέμου πέρας, ὅπως δὴ ἅπαντα τηνικαῦτα διανείμωνται, καθάπερ ἂν ἐς τὴν ἀξίαν ἐπιβάλλον ἑκάστῳ φαίνηται. ἐπεὶ δὲ αὖθις οἱ βάρβαροι πάσῃ τῇ στρατιᾷ ἐς ξυμβολὴν ὥρμηντο, ἐνταῦθα Ῥωμαίων τέ τινες ἀπελείποντο καὶ οἱ ἄλλοι οὐ ξὺν προθυμίᾳ ἐς τὴν παράταξιν ᾔεσαν. πρῶτα μὲν οὖν ἀγχώμαλος ἐγεγόνει ἡ μάχη, ὕστερον δὲ πλήθει πολλῷ ὑπερβαλλομένων τῶν Μαυρουσίων, Ῥωμαίων μὲν οἱ πολλοὶ ἔφευγον, Σολόμων δὲ καὶ ἀμφ’ αὐτόν τινες χρόνον μέν τινα βαλλόμενοι ἀντεῖχον, ὕστερον δὲ ὑπερβιαζομένων τῶν πολεμίων σπουδῇ ἔφευγον ἔς τε ῥύακος ἐκείνῃ ῥέοντος χαράδραν ἀφίκοντο