Ancient Greek · ~2 min
21.19 to 21.22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 21.19-2-22
Not analysed yet
τοῦτον οἱ Βανδίλοι τὸν νεὼν ἐπὶ Ὁνωρίχου βασιλεύοντος τοὺς Χριστιανοὺς βιασάμενοι ἔσχον. καὶ αὐτῶν ἐνθένδε ξὺν πολλῇ ἀτιμίᾳ τοὺς ἱερέας εὐθὺς ἐξελάσαντες αὐτοὶ τῶν ἱερῶν τὸ λοιπόν, ἅτε προσηκόντων Ἀρειανοῖς, ἐπεμελοῦντο. ἀσχάλλουσιν οὖν διὰ ταῦτα καὶ διαπορουμένοις τοῖς Λίβυσι πολλάκις φασὶ τὸν Κυπριανὸν ὄναρ ἐπισκήψαντα φάναι ἀμφ’ αὐτῷ μεριμνᾶν τοὺς Χριστιανοὺς ἥκιστα χρῆναι· αὐτὸν γάρ οἱ προϊόντος τοῦ χρόνου τιμωρὸν ἔσεσθαι. ἐπεὶ δὲ ὁ λόγος περιφερόμενος ἐς τοὺς Λίβυας ἅπαντας ἦλθε, καραδοκεῖν μὲν αὐτοὺς τίσιν ποτέ τινα τῶν ἱερῶν τούτων ἕνεκα ἐς τοὺς Βανδίλους ἀφίξεσθαι, οὐκ ἔχειν μέντοι τεκμηριῶσαι ὅπη ποτὲ αὐτοῖς ἡ τοῦ ὀνείρου ὄψις ἐκβήσεται.