Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 21.18-2
Not analysed yet
καὶ αὐτῷ νεών τινα λόγου πολλοῦ ἄξιον πρὸ τῆς πόλεως ἱδρυσάμενοι παρὰ τὴν τῆς θαλάσσης ἠιόνα τά τε ἄλλα ἐξοσιοῦνται καὶ ἄγουσιν ἑορτὴν ἣν δὴ Κυπριανὰ καλοῦσι, καὶ ἀπ’ αὐτοῦ τὸν χειμῶνα οἱ ναῦται, οὗπερ ἐγὼ ἀρτίως ἐμνήσθην, ὁμωνύμως τῇ πανηγύρει προσαγορεύειν εἰώθασιν, ἐπεὶ ἐς τὸν καιρὸν ἐπισκήπτειν φιλεῖ ἐφ’ οὗ ταύτην οἱ Λίβυες ἄγειν ἐς ἀεὶ τὴν ἑορτὴν νενομίκασι.