Ancient Greek · ~1 min
21.27 to 21.28
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 21.27-28
Not analysed yet
ἔνθα δὴ ὀκλάσαντός οἱ τοῦ ἵππου Σολόμων ἐκπίπτει ἐς ἔδαφος, καὶ αὐτὸν κατὰ τάχος ταῖς χερσὶν οἱ δορυφόροι ἀράμενοι ἐπὶ τοῦ ἵππου καθίζουσι. περιώδυνον δὲ γεγονότα καὶ ἀδύνατον ἔτι τοῦ χαλινοῦ ἔχεσθαι καταλαβόντες οἱ βάρβαροι αὐτόν τε κτείνουσι καὶ τῶν δορυφόρων πολλούς. αὕτη τε τοῦ βίου τελευτὴ Σολόμωνι ἐγένετο.