Ancient Greek · ~1 min
22.1 to 22.2
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 22.1-2
Not analysed yet
Αὐτίκα δὲ καὶ Ῥουφῖνός τε καὶ Ἀλέξανδρος καὶ Θωμᾶς ὡς ξὺν Ἑρμογένει πρεσβεύσοντες ἦλθον, παρά τε Περσῶν τὸν βασιλέα πάντες ἀφίκοντο ἐς ποταμὸν Τίγρην. καὶ αὐτοὺς μὲν Χοσρόης ἐπειδὴ εἶδε, τοὺς ὁμήρους ἀφῆκε. τιθασσεύοντες δὲ Χοσρόην οἱ πρέσβεις ἐπαγωγά τε πολλὰ ἔλεξαν καὶ Ῥωμαίων ὡς ἥκιστα πρέσβεσι πρέποντα.