Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 22.3
Not analysed yet
οἷς δὴ χειροήθης ὁ Χοσρόης γενόμενος τὴν μὲν εἰρήνην πέρας οὐκ ἔχουσαν δέκα καὶ ἑκατὸν κεντηναρίων ὡμολόγει πρὸς αὐτοὺς θήσεσθαι, ἐφ’ ᾧ δὴ ὁ τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν ἄρχων μηκέτι ἐν Δάρας τὸ λοιπὸν εἴη, ἀλλ’ ἐν Κωνσταντίνῃ τὸν ἅπαντα χρόνον διαγένοιτο ᾗπερ καὶ τὸ παλαιὸν εἴθιστο· φρούρια δὲ τὰ ἐν Λαζικῇ οὐκ ἔφη ἀποδώσειν, καίπερ αὐτὸς τό τε Φαράγγιον καὶ Βῶλον τὸ φρούριον δικαιῶν πρὸς Ῥωμαίων ἀπολαβεῖν.