Ancient Greek · ~5 min
22.14 to 22.20
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 22.14-20
Not analysed yet
καὶ αὐτοῦ ἀνεπυνθάνοντο ὅστις ποτὲ εἴη. ὁ δὲ Βανδίλος μὲν γένος, Σολόμωνος δὲ δοῦλος ἔφασκεν εἶναι. φίλον μέντοι τῶν τινα ἰατρῶν, Πηγάσιον ὄνομα, εἶναί οἱ ἐν πόλει Λαρίβῳ, πλησίον που οὔσῃ, ὃς αὐτὸν ὠνήσαιτο τὰ λύτρα διδούς. οἱ μὲν οὖν Μαυρούσιοι ἄγχιστα τοῦ τῆς πόλεως περιβόλου γενόμενοι ἐκάλουν τε τὸν Πηγάσιον καί οἱ Σολόμωνα ἐπεδείκνυον, ἠρώτων τε εἴ οἱ τοῦτον ὠνεῖσθαι πρὸς ἡδονῆς ἐστι. καὶ ἐπεὶ ὡμολόγει ὠνήσεσθαι, πεντήκοντά οἱ χρυσῶν ἀπέδοντο τὸν Σολόμωνα. ἐντὸς δὲ τοῦ περιβόλου γενόμενος Σολόμων τοὺς Μαυρουσίους, ἅτε πρὸς αὐτοῦ μειρακίου ὄντος ἐξηπατημένους, ἐτώθαζεν· αὐτὸς γὰρ Σολόμων ἔφασκεν, ὁ Βάκχου μὲν παῖς, Σολόμωνος δὲ ἀδελφιδοῦς εἶναι. Μαυρούσιοι δὲ τοῖς τε ξυμπεσοῦσι περιαλγοῦντες καὶ δεινὰ ποιούμενοι, ὅτι δὴ Σεργίου τε καὶ Ῥωμαίων ἐνέχυρον κρατερὸν ἔχοντες εἶτα οὕτω παρέργως ἀφῆκαν, ἐς Λάριβόν τε ἀφίκοντο καὶ αὐτῆς ἐς πολιορκίαν κατέστησαν, ὅπως τὸν Σολόμωνα ξὺν τῇ πόλει αἱρήσουσιν. οἱ δὲ πολιορκούμενοι τῶν βαρβάρων τὴν προσεδρείαν κατορρωδήσαντες, ἐπεὶ οὐδὲ τὰ ἐπιτήδεια ἐσκομισάμενοι ἔτυχον, τοῖς Μαυρουσίοις ἐς λόγους ἦλθον, ἐφ’ ᾧ χρήματα μεγάλα περιβαλλόμενοι τὴν προσεδρείαν εὐθὺς διαλύσωσιν. οἱ δὲ οὐκ ἂν ἑλεῖν βίᾳ τὴν πόλιν οἰόμενοι, ἐπεὶ Μαυρουσίοις τειχομαχεῖν οὐδαμῆ ἤσκηται, σπανίζειν τε τὰ ἐπιτήδεια τοῖς πολιορκουμένοις ἥκιστα ἔγνωσαν, τούς τε λόγους ἐνεδέχοντο καὶ τρισχιλίους κεκομισμένοι χρυσοῦς τὴν πολιορκίαν διέλυσαν, καὶ οἱ Λευάθαι ἐπ’ οἴκου ξύμπαντες ἀνεχώρησαν.