Ancient Greek · ~7 min
22.3 to 22.13
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 22.3-2-13
Not analysed yet
μάλιστα δὲ πάντων Ἰωάννης ὁ Σισινιόλου τῇ Σεργίου δυνάμει χαλεπῶς εἶχεν. ἀγαθὸς γὰρ ὢν τὰ πολέμια καὶ διαφερόντως εὐδόκιμος, ἀχαρίστου τοῦ ἀνθρώπου ἀτεχνῶς ἔτυχε. διὸ δὴ οὔτε αὐτὸς οὔτε ἄλλος τῶν πάντων οὐδεὶς ὅπλα ἀνταίρειν τοῖς πολεμίοις ἠβούλετο. τῷ δὲ Ἀντάλᾳ οἵ τε Μαυρούσιοι σχεδόν τι ἅπαντες εἵποντο καὶ Στότζας ἐκ Μαυριτανίας μετάπεμπτος ἦλθεν. ἐπεί τε οὐδεὶς σφίσιν ἐπεξῄει τῶν πολεμίων, ἦγόν τε καὶ ἔφερον ληιζόμενοι ἀδεῶς ἅπαντα. τότε Ἀντάλας Ἰουστινιανῷ βασιλεῖ γράμματα ἔγραψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Δοῦλος μὲν εἶναι τῆς σῆς βασιλείας οὐκ ἂν οὐδὲ αὐτὸς ἀρνηθείην, Μαυρούσιοι δὲ πρὸς Σολόμωνος ἐν σπονδαῖς πεπονθότες ἀνόσια ἔργα, ἐν ὅπλοις ὡς μάλιστα ἠναγκασμένοι γεγόνασιν, οὔ σοι ταῦτα ἀνταίροντες, ἀλλὰ τὸν ἐχθρὸν ἀμυνόμενοι, καὶ διαφερόντως ἐγώ. οὐ γὰρ μόνον με τῶν σιτήσεων ἀποστερεῖν ἔγνω ἅσπερ μοι πολλῷ πρότερον χρόνῳ Βελισάριός τε διώρισε καὶ σὺ δέδωκας, ἀλλὰ καὶ τὸν ἀδελφὸν τὸν ἐμὸν ἔκτεινεν, οὐδὲν ἀδίκημα αὐτῷ ἐπενεγκεῖν ἔχων. τὴν μὲν οὖν δίκην παρὰ τοῦ ἠδικηκότος ἡμᾶς λαβόντες ἔχομεν. εἰ δέ σοι βουλομένῳ ἐστὶ δουλεύειν τε Μαυρουσίους τῇ σῇ βασιλείᾳ καὶ πάντα ὑπηρετεῖν ᾗπερ εἰώθασι, Σέργιον μὲν τὸν τοῦ Σολόμωνος ἀδελφιδοῦν ἐνθένδε ἀπαλλαγέντα ἐπανήκειν παρὰ σὲ κέλευε, ἄλλον δὲ στρατηγὸν εἰς Λιβύην πέμπε. οὐ γάρ σε ἐπιλείψουσιν ἄνδρες ξυνετοί τε καὶ Σεργίου τῷ παντὶ ἀξιώτεροι· ἕως γὰρ οὗτος τῷ σῷ ἐξηγεῖται στρατῷ, εἰρήνην ἔς τε Ῥωμαίους καὶ Μαυρουσίους ξυνίστασθαι ἀμήχανά ἐστιν.” Ἀντάλας μὲν τοσαῦτα ἔγραψε. βασιλεὺς δὲ ταῦτα ἀναλεξάμενος καὶ μαθὼν τὸ κοινὸν ἁπάντων ἐς Σέργιον ἔχθος, οὐδ’ ὣς παραλύειν αὐτὸν τῆς ἀρχῆς ἤθελε, Σολόμωνος τήν τε ἄλλην ἀρετὴν καὶ τὴν τοῦ βίου καταστροφὴν αἰσχυνόμενος. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε. Σολόμων δέ, ὁ Σεργίου ἀδελφός, δόξας ξὺν τῷ θείῳ Σολόμωνι ἐξ ἀνθρώπων ἀφανισθῆναι, πρός τε τῶν ἄλλων καὶ τοῦ ἀδελφοῦ ἠμελήθη· οὐ γάρ τις αὐτὸν περιόντα ἔγνω. ἐτύγχανον δὲ ζωγρήσαντες αὐτὸν ἅτε νέον κομιδῆ ὄντα Μαυρούσιοι,