Ancient Greek · ~2 min
22.17 to 22.19
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 22.17-19
Not analysed yet
οὕτω τοίνυν τήν τε ἀπέραντον καλουμένην εἰρήνην ἐσπείσαντο, ἕκτον ἤδη ἔτος τὴν βασιλείαν Ἰουστινιανοῦ ἔχοντος. καὶ Ῥωμαῖοι μὲν τό τε Φαράγγιον καὶ Βῶλον τὸ φρούριον ξὺν τοῖς χρήμασι Πέρσαις ἔδοσαν, Πέρσαι δὲ Ῥωμαίοις τὰ Λαζικῆς φρούρια. καὶ Δάγαριν δὲ Ῥωμαίοις ἀπέδοσαν Πέρσαι, ἀντ’ αὐτοῦ ἕτερον κεκομισμένοι οὐκ ἀφανῆ ἄνδρα. οὗτος ὁ Δάγαρις χρόνῳ τῷ ὑστέρῳ πολλάκις Οὔννους ἐς γῆν τὴν Ῥωμαίων ἐσβεβληκότας μάχαις νικήσας ἐξήλασεν. ἦν γὰρ διαφερόντως ἀγαθὸς τὰ πολέμια. τὰς μὲν οὖν πρὸς ἀλλήλους σπονδὰς τρόπῳ τῷ εἰρημένῳ ἀμφότεροι ἐκρατύναντο.