Ancient Greek · ~7 min
23.1 to 23.8
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 23.1-8
Not analysed yet
Εὐθὺς δὲ βασιλεῖ ἑκατέρῳ ἐπιβουλὴν γενέσθαι ξυνηνέχθη πρὸς τῶν ὑπηκόων· ὅντινα μέντοι τρόπον αὐτίκα δηλώσω. Χοσρόης ὁ Καβάδου ἄτακτός τε ἦν τὴν διάνοιαν καὶ νεωτέρων πραγμάτων ἐραστὴς ἄτοπος. διὸ δὴ αὐτός τε ἀεὶ ἔμπλεως ταραχῆς τε καὶ θορύβων ἐγίνετο καὶ τῶν ὁμοίων τοῖς ἄλλοις ἅπασιν αἰτιώτατος. ἀχθόμενοι οὖν αὐτοῦ τῇ ἀρχῇ ὅσοι ἐν Πέρσαις δραστήριοι ἦσαν, ἕτερον σφίσι βασιλέα καταστήσασθαι ἐκ τῆς Καβάδου οἰκίας ἐν βουλῇ εἶχον. καὶ ʽἦν γὰρ αὐτοῖς πολύς τις πόθος τῆς Ζάμου ἀρχῆς ἣν δὴ ὁ νόμος αἰτίᾳ τῆς τοῦ ὀφθαλμοῦ λώβης, ὥσπερ μοι ἐρρήθη, ἐκώλυἐ λογισάμενοι ηὕρισκον σφίσιν αὐτοῖς ἄμεινον εἶναι Καβάδην μὲν τὸν αὐτοῦ παῖδα καὶ τῷ πάππῳ ὁμώνυμον ἐς τὴν ἀρχὴν καταστήσασθαι, Ζάμην δέ, ἅτε τῷ παιδὶ ἐπίτροπον ὄντα, διοικεῖσθαι ὅπη βούλοιτο τὰ Περσῶν πράγματα. γενόμενοί τε παρὰ τὸν Ζάμην τό τε βούλευμα ἐξήνεγκαν καὶ προθυμίᾳ πολλῇ ἐγκελευόμενοι ἐς τὴν πρᾶξιν ἐνῆγον. καὶ ἐπεὶ τὸν ἄνδρα ἡ βουλὴ ἤρεσκεν, ἐς καιρὸν τῷ Χοσρόῃ ἐπιθήσεσθαι διενοοῦντο. ἔκπυστος δὲ ἡ βουλὴ μέχρι ἐς τὸν βασιλέα γεγενημένη τὰ πρασσόμενα διεκώλυσε. Ζάμην τε γὰρ αὐτὸν ὁ Χοσρόης καὶ τοὺς αὑτοῦ τε καὶ Ζάμου ἀδελφοὺς ἅπαντας ξὺν γόνῳ παντὶ ἄρσενι ἔκτεινε, καὶ Περσῶν τῶν δοκίμων ὅσους τῶν ἐπ’ αὐτῷ βεβουλευμένων ἢ ἄρξαι ἢ μεταλαχεῖν τρόπῳ δὴ ὅτῳ τετύχηκεν. ἐν τοῖς καὶ Ἀσπεβέδης ἦν ὁ τῆς Χοσρόου μητρὸς ἀδελφός. Καβάδην μέντοι τὸν Ζάμου υἱὸν αὐτὸς μὲν κτείνειν οὐδαμῆ εἶχεν. ἔτι γὰρ ὑπὸ χαναράγγῃ τῷ Ἀδεργουδουνβάδῃ ἐτρέφετο. αὐτῷ δὲ χαναράγγῃ τὸν παῖδα τοῦτον ὅνπερ ἐθρέψατο ἐπέστελλε διαχρήσασθαι. οὔτε γὰρ τῷ ἀνδρὶ ἀπιστεῖν ἐδικαίου οὔτε ἄλλως αὐτὸν βιάζεσθαι εἶχεν. ὁ μὲν οὖν χαναράγγης, ἐπεὶ τὰς Χοσρόου ἐντολὰς ἤκουσε, περιαλγήσας τε καὶ ἀποκλαύσας τὴν συμφορὰν ἐκοινολογεῖτο τῇ γυναικὶ καὶ Καβάδου τίτθῃ ὅσα οἱ ὁ βασιλεὺς ἐπιστείλειε. δακρύσασα δὲ ἡ γυνὴ καὶ τῶν γονάτων τοῦ ἀνδρὸς λαβομένη, ἔχρῃζε τέχνῃ μηδεμιᾷ Καβάδην κτεῖναι.