Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 22.17-2
Not analysed yet
οὐ γὰρ οὖν οὐδέ τις τελευτᾶν τῶν περιπεπτωκότων ἀπ’ αὐτοῦ ἔδοξεν. ἡμέρᾳ δὲ τοῖς μὲν τῇ αὐτῇ, τοῖς δὲ τῇ ἐπιγενομένῃ, ἑτέροις δὲ οὐ πολλαῖς ὕστερον βουβὼν ἐπῆρτο, οὐκ ἐνταῦθα μόνον, ἔνθα καὶ τὸ τοῦ σώματος μόριον, ὃ δὴ τοῦ ἤτρου ἔνερθέν ἐστι, βουβὼν κέκληται, ἀλλὰ καὶ τῆς μάλης ἐντός, ἐνίοις δὲ καὶ παρὰ τὰ ὦτα καὶ ὅπου ποτὲ τῶν μηρῶν ἔτυχε.