Ancient Greek · ~3 min
22.18 to 22.22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 22.18-22
Not analysed yet
Τὰ μὲν οὖν ἄχρι τοῦδε πᾶσιν ὁμοίως σχεδόν τι τοῖς τῇ νόσῳ ἁλισκομένοις ξυνέβαινε· τὰ δὲ ἐνθένδε οὐκ ἔχω εἰπεῖν πότερον ἐν τῷ διαλλάσσοντι τῶν σωμάτων καὶ ἡ διαφορὰ τῶν ξυμπιπτόντων ἐγίνετο, ἢ ὅπη ποτὲ βουλομένῳ εἴη τῷ τὴν νόσον ἐπαγαγόντι. ἐπεγίνετο γὰρ τοῖς μὲν κῶμα βαθύ, τοῖς δὲ παραφροσύνη ὀξεῖα, ἑκάτεροί τε τὰ πρὸς τὴν νόσον ἐπιτηδείως ἔχοντα ἔπασχον· οἷς μὲν γὰρ τὸ κῶμα ἐπέκειτο, πάντων ἐπιλελησμένοι τῶν εἰωθότων σφίσιν ἐς ἀεὶ καθεύδειν ἐδόκουν. καὶ εἰ μέν τις αὐτῶν ἐπιμελοῖτο, μεταξὺ ἤσθιον, τινὲς δὲ καὶ ἀπημελημένοι ἀπορίᾳ τροφῆς εὐθὺς ἔθνησκον. οἱ μέντοι τῷ τῆς παραφροσύνης ἁλόντες κακῷ ἀγρυπνίᾳ τε καὶ φαντασίᾳ πολλῇ εἴχοντο, καί τινας ὑποπτεύοντες ἐπιέναι σφίσιν ὡς δὴ ἀπολοῦντας, ἐς ταραχήν τε καθίσταντο καὶ ἀναβοῶντες ἐξαίσιον οἷον ἐς φυγὴν ὥρμηντο. οἵ τε αὐτοὺς θεραπεύοντες καμάτῳ ἀπαύστῳ ἐχόμενοι τὰ ἀνήκεστα ἐς ἀεὶ ἔπασχον.