Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ, Chapter 22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 22.2-2
Not analysed yet
ὃς δὴ φθορᾶς πολλῆς αἰτιώτατος τῷ Λιβύων γένει ἐγένετο, ἅπαντές τε αὐτοῦ τῇ ἀρχῇ ἤχθοντο, ἄρχοντες μέν, ὅτι ἀσύνετος ὢν κομιδῆ καὶ νέος τόν τε τρόπον καὶ τὴν ἡλικίαν ἀλαζονικώτατος γέγονεν ἀνθρώπων ἀπάντων, ὕβριζέ τε λόγῳ οὐδενὶ ἐς αὐτοὺς καὶ ὑπερεώρα, πλούτου τε δυνάμει καὶ τῇ τῆς ἀρχῆς ἐξουσίᾳ ἐς τοῦτο ἀεὶ ἐπιχρώμενος· οἱ δὲ στρατιῶται, ὅτι δὴ ἄνανδρός τε καὶ μαλθακὸς παντάπασιν ἦν· οἱ δὲ Λίβυες διά τε ταῦτα καὶ ὅτι γυναικῶν τε καὶ χρημάτων ἀλλοτρίων ἄτοπός τις ἐραστὴς ἐγεγόνει.