Ancient Greek · ~7 min
22.4 to 22.14
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 22.4-14
Not analysed yet
ἕλκει δὲ λίτρας τὸ κεντηνάριον ἑκατόν, ἀφ’ οὗ δὴ καὶ ὠνόμασται. κέντον γὰρ τὰ ἑκατὸν καλοῦσι Ῥωμαῖοι. τοῦτο δέ οἱ δίδοσθαι τὸ χρυσίον ἠξίου, ὡς μήτε πόλιν Δάρας Ῥωμαῖοι καθελεῖν ἀναγκάζωνται μήτε φυλακτηρίου τοῦ ἐν πύλαις Κασπίαις μεταλαχεῖν Πέρσαις. οἱ μέντοι πρέσβεις τὰ μὲν ἄλλα ἐπῄνουν, τὰ δὲ φρούρια ἐνδιδόναι οὐκ ἔφασκον οἷοί τε εἶναι, ἢν μὴ βασιλέως ἀμφ’ αὐτοῖς πύθωνται πρότερον. ἔδοξε τοίνυν Ῥουφῖνον μὲν ὑπὲρ τούτων ἐς Βυζάντιον στέλλεσθαι, τοὺς δὲ ἄλλους, ἕως αὐτὸς ἐπανίῃ, μένειν. καὶ χρόνος ἡμερῶν ἑβδομήκοντα Ῥουφίνῳ ξυνέκειτο ἐς τὴν ἄφιξιν. ἐπεὶ δὲ ὁ Ῥουφῖνος ἐς Βυζάντιον ἀφικόμενος βασιλεῖ ἀπήγγελλεν ὅσα Χοσρόῃ ἀμφὶ τῇ εἰρήνῃ δοκοῦντα εἴη, ἐκέλευσε βασιλεὺς κατὰ ταῦτα σφίσι τὴν εἰρήνην ξυνίστασθαι. Ἀλλ’ ἐν τούτῳ φήμη τις οὐκ ἀληθὴς ἥκουσα ἐς τὰ Περσῶν ἤθη βασιλέα Ἰουστινιανὸν ἤγγελλεν ὀργισθέντα Ῥουφῖνον κτεῖναι. οἷς δὴ Χοσρόης ξυνταραχθείς τε καὶ θυμῷ πολλῷ ἤδη ἐχόμενος τῷ παντὶ στρατῷ ἐπὶ Ῥωμαίους ᾔει. Ῥουφῖνος δέ οἱ μεταξὺ ἐπανήκων ἐνέτυχε πόλεως Νισίβιδος οὐ μακρὰν ἄποθεν. διὸ δὴ αὐτοί τε ἐν τῇ πόλει ταύτῃ ἐγένοντο καί, ἐπεὶ τὴν εἰρήνην βεβαιοῦν ἔμελλον, τὰ χρήματα οἱ πρέσβεις ἐνταῦθα ἐκόμιζον. ἀλλ’ Ἰουστινιανῷ βασιλεῖ τὰ Λαζικῆς φρούρια ξυγκεχωρηκότι μετέμελεν ἤδη, γράμματά τε ἄντικρυς ἀπολέγοντα τοῖς πρέσβεσιν ἔγραφε μηδαμῶς αὐτὰ προΐεσθαι Πέρσαις. διὸ δὴ Χοσρόης τὰς σπονδὰς θέσθαι οὐκέτι ἠξίου, καὶ τότε Ῥουφίνῳ ἔννοιά τις ἐγένετο ὡς ταχύτερα ἢ ἀσφαλέστερα βουλευσάμενος ἐς γῆν τὴν Περσῶν τὰ χρήματα ἐσκομίσειεν. αὐτίκα γοῦν ἐς τὸ ἔδαφος καθῆκε τὸ σῶμα, κείμενός τε πρηνὴς Χοσρόην ἱκέτευε τά τε χρήματα σφίσι ξυμπέμψαι καὶ μὴ ἐπὶ Ῥωμαίους εὐθὺς στρατεύειν, ἀλλὰ ἐς χρόνον τινὰ ἕτερον τὸν πόλεμον ἀποτίθεσθαι. Χοσρόης δὲ αὐτὸν ἐνθένδε ἐκέλευεν ἐξανίστασθαι, ἅπαντά οἱ ταῦτα χαριεῖσθαι ὑποσχόμενος. οἵ τε γοῦν πρέσβεις ξὺν τοῖς χρήμασιν ἐς Δάρας ἦλθον, καὶ ὁ Περσῶν στρατὸς ὀπίσω ἀπήλαυνε.