Ancient Greek · ~7 min
23.1 to 23.12
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 23.1-3-12
Not analysed yet
Γελίμερ δὲ τότε χρήματά τε πολλὰ Λιβύων τοῖς γεωργοῖς προϊέμενος καὶ φιλοφροσύνῃ ἐς αὐτοὺς χρώμενος ἐπαγαγέσθαι πολλοὺς ἴσχυσεν. οὓς δὴ ἐκέλευσε Ῥωμαίων τοὺς ἐς τὰ χωρία περιιόντας κτείνειν, χρυσίον τακτὸν ἐπὶ φόνῳ ἑκάστῳ τῷ ἀπολοῦντι ἐπικηρύξας. οἱ δὲ πολλοὺς τοῦ Ῥωμαίων στρατοῦ ἔκτεινον, οὐ στρατιώτας μέντοι, ἀλλὰ δούλους τε καὶ ὑπηρέτας, οἳ δὴ χρημάτων ἐπιθυμίᾳ ἐς τὰς κώμας ἀναβαίνοντες λάθρα ἡλίσκοντο. καὶ αὐτῶν τὰς κεφαλὰς οἱ γεωργοὶ παρὰ Γελίμερα φέροντες αὐτοὶ μὲν ἔμμισθοι γενόμενοι ἀπηλλάσσοντο, ὁ δὲ στρατιώτας ἀνῃρηκέναι πολεμίους ὑπώπτευεν. Ἐνταῦθα τοῦ χρόνου Διογένης, ὁ Βελισαρίου δορυφόρος, ἔργα ἐπεδείξατο ἀρετῆς ἄξια. σταλεὶς γὰρ ἅμα τῶν ὑπασπιστῶν δύο καὶ εἴκοσιν ἐπὶ κατασκοπῇ τῶν ἐναντίων, ἐγένετο ἐν χωρίῳ δυοῖν ἡμέραιν ὁδὸν Καρχηδόνος διέχοντι. τούτους δὲ τοὺς ἄνδρας ʽοὐ γὰρ οἷοί τε ἦσαν οἱ τοῦ χωρίου γεωργοὶ κτείνειν’ ἀγγέλλουσι τῷ Γελίμερι ἐνταῦθα εἶναι. καὶ ὃς τριακοσίους ἀπολεξάμενος Βανδίλων ἱππέας ἐπ’ αὐτοὺς ἔστελλε, ζῶντας ἅπαντας ἐπισκήψας παρ’ αὐτὸν ἀγαγεῖν. λόγου γὰρ πολλοῦ ἄξιόν οἱ ἔδοξεν εἶναι Βελισαρίου δορυφόρον ξὺν ὑπασπισταῖς δύο καὶ εἴκοσι δορυαλώτους ποιήσασθαι. οἱ μὲν οὖν ἀμφὶ Διογένην ἐς οἰκίαν ἐσεληλυθότες τινὰ ἐκάθευδον ἐν τῷ ὑπερῴῳ, πολέμιον οὐδὲν ἐν νῷ ἔχοντες, οἵ γε μακρὰν ἀπεῖναι τοὺς ἐναντίους ἐπύθοντο. οἱ δὲ Βανδίλοι ὄρθρου βαθέος ἐνταῦθα ἐλθόντες διαφθεῖραι μὲν τὰς ἐκείνῃ θύρας ἢ εἰς τὴν οἰκίαν εἰσελθεῖν νύκτωρ ἀξύμφορον σφίσιν ᾤοντο εἶναι, δείσαντες μὴ ἐς νυκτομαχίαν ἐμπεπτωκότες αὐτοὶ μὲν σφᾶς αὐτοὺς διαφθείρωσιν, ἔξοδον δὲ πλείστοις τῶν πολεμίων ἐν σκότῳ, ἂν οὕτω τύχοι, παρέξωσιν. ἔπρασσον δὲ ταῦτα τῆς δειλίας αὐτοῖς ἐκπλησσούσης τὸν νοῦν, παρὸν σφίσιν οὐδενὶ πόνῳ φέρουσί τε πυρὰ καὶ τούτων χωρὶς οὐχ ὅσον ἀνόπλους, ἀλλὰ καὶ γυμνοὺς παντάπασι τοὺς πολεμίους ἐπὶ τῶν στρωμάτων λαβεῖν. νῦν δὲ ἀμφὶ τὴν οἰκίαν ἅπασαν κύκλῳ καὶ διαφερόντως τὰς θύρας φάλαγγα ποιησάμενοι ἔστησαν ἅπαντες.