Ancient Greek · ~7 min
23.13 to 23.21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 23.13-21
Not analysed yet
ἐν τούτῳ δὲ τῶν Ῥωμαίων στρατιωτῶν ἑνὶ ἐξ ὕπνου ἀναστῆναι ξυνέβη, ὅσπερ τοῦ θορύβου αἰσθόμενος ὃν δὴ οἱ Βανδίλοι φθεγγόμενοί τε ἐν σφίσιν αὐτοῖς λάθρα ἐποίουν καὶ ξὺν τοῖς ὅπλοις κινούμενοι, ξυμβαλεῖν τὸ ποιούμενον ἴσχυσε, καὶ τῶν ἑταίρων ἀνεγείρας σιωπῇ ἕκαστον τὰ πρασσόμενα φράζει. οἱ δὲ Διογένους γνώμῃ τά τε ἱμάτια ἐνδιδύσκονται ἡσυχῆ ἅπαντες καὶ τὰ ὅπλα ἀνελόμενοι κάτω ἐχώρουν. οὗ δὴ τοῖς ἵπποις τοὺς χαλινοὺς ἐπιθέμενοι ἀναθρώσκουσιν ἐπ’ αὐτούς, οὐδενὶ αἴσθησιν παρεχόμενοι. παρά τε τὴν αὔλειον χρόνον τινὰ στάντες ἀνακλίνουσι μὲν ἐξαπιναίως τὰς ταύτῃ θύρας, ἐξίασι δὲ εὐθὺς ἅπαντες. οἱ μὲν οὖν Βανδίλοι ἔργου ἤδη ἐπ’ αὐτοὺς εἴχοντο, ἤνυτον δὲ οὐδέν. οἱ γὰρ Ῥωμαῖοι ταῖς τε ἀσπίσι φραξάμενοι καὶ τοῖς δορατίοις ἀμυνόμενοι τοὺς ἐπιόντας σπουδῇ ἤλαυνον. οὕτω τε Διογένης τοὺς πολεμίους διέφυγε, δύο μὲν τῶν ἑπομένων ἀποβαλών, τοὺς δὲ λοιποὺς σώσας. πληγὰς μέντοι ἐν τῷ πόνῳ τούτῳ καὶ αὐτὸς ἔλαβεν ἐς μὲν τὸν αὐχένα καὶ τὸ πρόσωπον τρεῖς, ἀφ’ ὧν δὴ παρ’ ὀλίγον ἀποθανεῖν ἦλθε, κατὰ δὲ χειρὸς τῆς λαιᾶς μίαν, ἐξ ἧς οὐκέτι τῶν δακτύλων τὸν σμικρότατον ἐνεργεῖν ἴσχυσε. ταῦτα μὲν οὖν ὧδε γενέσθαι ξυνέβη. Βελισάριος δὲ τοῖς τε περὶ τὴν οἰκοδομίαν τεχνίταις καὶ τῷ ἄλλῳ ὁμίλῳ χρήματα μεγάλα προτεινόμενος τάφρον τε λόγου πολλοῦ ἀξίαν ἀμφὶ τὸν περίβολον ὤρυξε κύκλῳ, καὶ σκόλοπας αὐτῇ ἐνθέμενος συχνοὺς εὖ μάλα περιεσταύρωσε. καὶ μὴν καὶ τὰ πεπονθότα τοῦ τείχους ἐν βραχεῖ ἀνῳκοδομήσατο χρόνῳ, θαύματος ἄξιον οὐ Καρχηδονίοις μόνον, ἀλλὰ καὶ αὐτῷ Γελίμερι γεγονὸς ὕστερον. ἐπειδὴ γὰρ δορυάλωτος ἐς Καρχηδόνα ἧκεν, ἠγάσθη τε ἰδὼν τὸ τεῖχος καὶ τὴν ὀλιγωρίαν τὴν αὑτοῦ πάντων οἱ ἔφη γεγονέναι τῶν παρόντων αἰτίαν. ταῦτα μὲν Βελισαρίῳ ἐν Καρχηδόνι ὄντι κατείργαστο ὧδε.