Ancient Greek · ~7 min
23.13 to 23.21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 23.13-2-21
Not analysed yet
καὶ τῷ Ἱμερίῳ εἰπεῖν τοῖς ἐφεστῶσι ταῖς τῆς πόλεως πύλαις ἐπέστελλον, ὡς νικῴη μὲν κατὰ κράτος ὁ βασιλέως στρατός, ἥξει δὲ Ἰωάννης αὐτίκα δὴ μάλα, πλῆθος Μαυρουσίων δορυαλώτων ἄγων ἀριθμοῦ κρεῖσσον· οὕτω τε τῶν πυλῶν σφίσιν ἀνοιγνυμένων, ἐντὸς τοῦ περιβόλου ξὺν τοῖς ἅμα αὐτῷ ἰοῦσι γενέσθαι. καὶ ὁ μὲν κατὰ ταῦτα ἐποίει. Ἀδραμητηνοὶ δὲ οὕτως ἐξαπατηθέντες ʽοὐ γὰρ ἀπιστεῖν τῷ πάντων ἄρχοντι τῶν ἐν Βυζακίῳ στρατιωτῶν εἶχον’ τὰς πύλας ἀναπετάσαντες τοὺς πολεμίους ἐδέχοντο. τότε δὴ οἱ ξὺν τῷ Ἱμερίῳ ἐσβάντες σπασάμενοι τὰ ξίφη τὰς πύλας ἐπιτιθέναι τοὺς ταύτῃ φύλακας οὐκέτι εἴων, ἀλλὰ πάντα τῇ πόλει αὐτίκα ἐδέξαντο τὸν τῶν Μαυρουσίων στρατόν. ληισάμενοί τε αὐτὴν οἱ βάρβαροι καὶ φύλακας καταστησάμενοι ὀλίγους τινὰς ἀπηλλάσσοντο. Ῥωμαίων δὲ τῶν ζωγρηθέντων τινὲς μὲν φεύγοντες ἐς Καρχηδόνα ἦλθον, ἐν οἷς Σεβηριανός τε καὶ Ἱμέριος ἦν. ἐκ Μαυρουσίων γὰρ τοῖς φεύγειν ἐθέλουσιν οὐ χαλεπὸν ἦν. πολλοὶ δὲ καὶ ξὺν τῷ Στότζᾳ οὔτι ἄκοντες ἔμειναν. Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον τῶν τις ἱερέων, Παῦλος ὄνομα, ὃς δὴ ἐφεστήκει τῇ τῶν νοσούντων ἐπιμελείᾳ, κοινολογησάμενος τῶν λογίμων τισίν, “Αὐτὸς μέν,” ἔφη, “ἐς Καρχηδόνα σταλήσομαι καὶ κατὰ τάχος ξὺν στρατῷ ἐπανήξειν ἐλπίδα ἔχω, ὑμῖν δὲ μελήσει τῇ πόλει τὸ βασιλέως στράτευμα δέξασθαι.” οἱ μὲν οὖν αὐτὸν βρόχοις τισὶν ἀνάψαντες νύκτωρ ἀπὸ τοῦ περιβόλου καθῆκαν, ὁ δὲ παρὰ τῆς θαλάσσης τὴν ἠιόνα γενόμενος, ὁλκάδος τε ἁλιέων ἐπιτυχὼν ἐνταῦθά πη οὔσης χρήμασι πολλοῖς ἀναπείσας τοὺς ταύτης κυρίους ἐς Καρχηδόνα ἔπλει. οὗ δὴ καταπλεύσας καὶ Σεργίῳ ἐς ὄψιν ἐλθὼν τόν τε λόγον ἅπαντα ἔφρασε καὶ στράτευμα λόγου ἄξιον ὡς Ἀδραμητὸν ἀνασωσομένῳ διδόναι ἠξίου. καὶ ἐπεὶ ταῦτα Σέργιον ἥκιστα ἤρεσκεν, ἅτε τοῦ ἐν Καρχηδόνι στρατοῦ οὐ πολλοῦ ὄντος, ὅδε ὀλίγους οἱ στρατιωτας τινὰς διδόναι ἐδεῖτο, λαβων τε ἄνδρας οὐ πλέον ὀγδοήκοντα, ἐπενοει τοιάδε.