Ancient Greek · ~7 min
23.22 to 23.32
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 23.22-32
Not analysed yet
νηῶν τε ἄθροισιν καὶ ἀκάτων συχνῶν ποιησάμενος ναύτας τε πολλοὺς ἐνταῦθα ἐσεβίβασε καὶ Λίβυας ἄλλους, ἱμάτια περιβεβλημένους ἃ δὴ Ῥωμαίων οἱ στρατιῶται εἰώθασιν ἐνδιδύσκεσθαι. ἄρας τε τῷ παντὶ στόλῳ εὐθὺ Ἀδραμητοῦ κατὰ τάχος ἔπλει. καὶ ἐπεὶ αὐτῆς ἄγχιστα ἐγεγόνει, πέμψας τινὰς λάθρα τοῖς τῆς πόλεως δοκίμοις ἐσήμαινεν ὡς Γερμανὸς ὁ βασιλέως ἀνεψιὸς ἐς Καρχηδόνα ἔναγχος ἥκων Ἀδραμητηνοῖς λόγοι πολλοῦ ἄξιον στράτευμα πέμψειεν. οἷς δὴ θαρσοῦντας ἐκέλευε τὴν νύκτα ἐκείνην ἀνακλῖναι σφίσι πυλίδα μίαν. οἱ δὲ τὰ ἐπηγγελμένα ἐποίουν. οὕτω τε ὁ Παῦλος ξὺν τοῖς ἑπομένοις ἐντὸς τοῦ περιβόλου γενόμενος τούς τε πολεμίους ἅπαντας ἔκτεινε καὶ βασιλεῖ Ἀδραμητὸν ἀνεσώσατο· ἥ τε ἀμφὶ Γερμανῷ φήμη ἐνθένδε ἀρξαμένη ἄχρι ἐς Καρχηδόνα ἐχώρησεν. οἱ δὲ Μαυρούσιοι καὶ ὁ Στότζας ξὺν τοῖς ἑπομένοις ταῦτα ἀκούσαντες κατ’ ἀρχὰς μὲν κατωρρώδησάν τε καὶ ἐς τὰς Λιβύης ἐσχατιὰς φεύγοντες ᾤχοντο, ἔπειτα δὲ γνόντες τὸν ἀληθῆ λόγον δεινὰ ἐποιοῦντο, εἰ αὐτοὶ Ἀδραμητηνῶν φεισάμενοι πάντων τοιαῦτα πρὸς ἐκείνων πεπόνθασι. διὸ δὴ πανταχῆ ἐπισκήψαντες ἀνόσια Λίβυας ἔργα εἰργάσαντο, οὐδεμιᾶς ἡλικίας φεισάμενοι, γέγονέ τε τότε ἀνθρώπων ἔρημος ἐπὶ πλεῖστον ἡ χώρα. Λιβύων γὰρ τῶν ἀπολελειμμένων οἱ μὲν ἐς τὰς πόλεις διέφευγον, οἱ δὲ ἔς τε Σικελίαν καὶ νήσους τὰς ἄλλας. οἱ μέντοι λόγιμοι σχεδόν τι ἅπαντες ἐς Βυζάντιον ἦλθον, ἐν τοῖς καὶ Παῦλος ἦν, ὁ τὴν Ἀδραμητὸν ἀνασωσάμενος βασιλεῖ. οἵ τε Μαυρούσιοι ἀδεέστερον, ἅτε οὐδενὸς σφίσιν ἐπεξιόντος, ἦγόν τε καὶ ἔφερον ἅπαντα καὶ ξὺν αὐτοῖς ὁ Στότζας ἐν δυνάμει ὢν ἤδη. Ῥωμαῖοι γὰρ αὐτῷ στρατιῶται πολλοὶ εἵποντο, οἱ μὲν αὐτόμολοι ἥκοντες, οἱ δὲ κατ’ ἀρχὰς μὲν αἰχμάλωτοι γεγενημένοι, ἐθελούσιοι δὲ αὐτοῦ μείναντες. Ἰωάννης δέ, οὗ δὴ λόγος τις ἦν ἐν Μαυρουσίοις, Σεργίῳ προσκεκρουκὼς ἐς τὰ μάλιστα ἡσυχίαν ἦγεν.