Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 23
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 23.16
Not analysed yet
ταῦτά τοι, ἐπειδὴ τάχιστα τῆς νόσου ἀπαλλαγέντες ἐσώθησαν ἔν τε τῷ ἀσφαλεῖ γεγενῆσθαι ἤδη ὑπετόπασαν, ἅτε τοῦ κακοῦ ἐπ’ ἄλλους ἀνθρώπων τινὰς κεχωρηκότος, ἀγχίστροφον αὖθις τῆς γνώμης τὴν μεταβολὴν ἐπὶ τὰ χείρω πεποιημένοι, μᾶλλον ἢ πρότερον τὴν τῶν ἐπιτηδευμάτων ἀτοπίαν ἐνδείκνυνται, σφᾶς αὐτοὺς μάλιστα τῇ τε πονηρίᾳ καὶ τῇ ἄλλῃ παρανομίᾳ νενικηκότες· ἐπεὶ καὶ ἀπισχυρισάμενος ἄν τις οὐ τὰ ψευδῆ εἴποι ὡς ἡ νόσος ἥδε εἴτε τύχῃ τινὶ εἴτε προνοίᾳ ἐς τὸ ἀκριβὲς ἀπολεξαμένη τοὺς πονηροτάτους ἀφῆκεν. ἀλλὰ ταῦτα μὲν τῷ ὑστέρῳ ἀποδέδεικται χρόνῳ.