Ancient Greek · ~4 min
23.17 to 23.21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 23.17-2-21
Not analysed yet
Τότε δὲ ἀγοράζοντά τινα οὐκ εὐπετὲς ἐδόκει εἶναι ἔν γε Βυζαντίῳ ἰδεῖν, ἀλλ’ οἴκοι καθήμενοι ἅπαντες ὅσοις ξυνέβαινε τὸ σῶμα ἐρρῶσθαι, ἢ τοὺς νοσοῦντας ἐθεράπευον, ἢ τοὺς τετελευτηκότας ἐθρήνουν. ἢν δέ τις καὶ προϊόντι τινὶ ἐντυχεῖν ἴσχυσεν, ὅδε τῶν τινα νεκρῶν ἔφερεν. ἐργασία τε ξύμπασα ἤργει, καὶ τὰς τέχνας οἱ τεχνῖται μεθῆκαν ἁπάσας, ἔργα τε ἄλλα ὅσα δὴ ἕκαστοι ἐν χερσὶν εἶχον. ἐν πόλει γοῦν ἀγαθοῖς ἅπασιν ἀτεχνῶς εὐθηνούσῃ λιμός τις ἀκριβὴς ἐπεκώμαζεν. ἄρτον ἀμέλει ἢ ἄλλο ὁτιοῦν διαρκῶς ἔχειν χαλεπόν τε ἐδόκει καὶ λόγου πολλοῦ ἄξιον εἶναι· ὥστε καὶ τῶν νοσούντων τισὶν ἄωρον ξυμβῆναι δοκεῖν ἀπορίᾳ τῶν ἀναγκαίων τὴν τοῦ βίου καταστροφήν. καὶ τὸ ξύμπαν εἰπεῖν, χλαμύδα οὐκ ἦν ἐνδιδυσκόμενόν τινα ἐν Βυζαντίῳ τὸ παράπαν ἰδεῖν, ἄλλως τε ἡνίκα βασιλεῖ νοσῆσαι ξυνέβη ʽκαὶ αὐτῷ γὰρ ξυνέπεσε βουβῶνα ἐπῆρθαἰ, ἀλλ’ ἐν πόλει βασιλείαν ἐχούσῃ ξυμπάσης τῆς Ῥωμαίων ἀρχῆς ἱμάτια ἐν ἰδιωτῶν λόγῳ ἅπαντες ἀμπεχόμενοι ἡσυχῆ ἔμενον. τὰ μὲν οὖν ἀμφὶ τῷ λοιμῷ ἔν τε τῇ ἄλλῃ Ῥωμαίων γῇ καὶ ἐν Βυζαντίῳ ταύτῃ πη ἔσχεν. ἐπέσκηψε δὲ καὶ ἐς τὴν Περσῶν γῆν καὶ ἐς βαρβάρους τοὺς ἄλλους ἅπαντας.