Ancient Greek · ~7 min
23.17 to 23.24
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 23.17-3-24
Not analysed yet
διὸ δὴ καὶ Βιβάριον τοῦτο ὠνόμασται· οὕτω γὰρ Ῥωμαῖοι καλοῦσι τὸν χῶρον οὗ ἂν τῶν ζῴων τὰ μὴ χειροήθη τρέφεσθαι εἴωθεν. Οὐίττιγις μὲν οὖν μηχανάς τε ἄλλας ἄλλῃ τοῦ τείχους ἡτοίμαζε καὶ ὀρύσσειν τὸ ἔξω τείχισμα τοὺς Γότθους ἐκέλευεν, οἰόμενος, ἢν τούτου ἐντὸς γένωνται, πόνῳ οὐδενὶ τοῦ τείχους κρατήσειν, ὅπερ οὐδαμῆ ἐχυρὸν ξυνηπίστατο εἶναι. Βελισάριος δὲ ὁρῶν τοὺς πολεμίους τό τε Βιβάριον διορύσσοντας καὶ πολλαχῆ τοῦ περιβόλου προσβάλλοντας, οὔτε ἀμύνειν τοὺς στρατιώτας οὔτε ἐν ταῖς ἐπάλξεσι μένειν, ὅτι μὴ λίαν ὀλίγους, εἴα, καίπερ ἅπαν ξὺν αὑτῷ ἔχων εἴ τι ἐν τῷ στρατοπέδῳ λόγιμον ἦν. κάτω δὲ ἅπαντας ἀμφὶ τὰς πύλας ἐν παρασκευῇ εἶχε τεθωρακισμένους τε καὶ ξίφη μόνα ἐν χερσὶ φέροντας. ἐπεὶ δὲ οἱ Γότθοι, διελόντες τὸν τοῖχον, ἐντὸς Βιβαρίου ἐγένοντο, Κυπριανὸν ξὺν ἄλλοις τισὶ κατὰ τάχος ἐπ’ αὐτοὺς ἐσβιβάσας ἔργου ἐκέλευεν ἔχεσθαι. καὶ οἱ μὲν τοὺς ἐσπεπτωκότας ἅπαντας ἔκτεινον, οὔτε ἀμυνομένους καὶ ὑπὸ σφῶν αὐτῶν διαφθειρομένους ἐν τῇ ἐς τὴν ἔξοδον στενοχωρίᾳ. τῶν δὲ πολεμίων τῷ ἀπροσδοκήτῳ καταπλαγέντων καὶ οὐκ ἐν τάξει συντεταγμένων, ἀλλὰ ἄλλου ἄλλῃ φερομένου, τοῦ περιβόλου τὰς πύλας ἀνακλίνας ἐξαπιναίως ἅπαν ἐπὶ τοὺς ἐναντίους ἠφίει τὸ στράτευμα. καὶ οἱ μὲν Γότθοι ἐς ἀλκὴν ἥκιστα ἔβλεπον, ἀλλ’ ἐς φυγήν, ὅπη ἕκαστος ἔτυχεν, ὥρμηντο· ἐπισπόμενοι δὲ Ῥωμαῖοι τοὺς ἀεὶ ἐν ποσὶ ῥᾷστα ἔκτεινον, ἥ τε δίωξις πολλὴ γέγονεν, ἐπεὶ οἱ Γότθοι μακρὰν ἀπολελειμμένοι τῶν σφετέρων χαρακωμάτων τῇδε ἐτειχομάχουν. Βελισάριος δὲ τὰς τῶν πολεμίων μηχανὰς καίειν ἐκέλευεν, ἐπὶ πλεῖστόν τε ἡ φλὸξ αἰρομένη μείζονα τὴν ἔκπληξιν, ὡς τὸ εἰκός, τοῖς φεύγουσιν ἐποίει. Ἐν τούτῳ δὲ καὶ κατὰ πύλην Σαλαρίαν ξυμπεσεῖν τὴν ὁμοίαν τύχην ξυνέβη. τάς τε γὰρ πύλας ἐξαπιναίως ἀνέῳγον καὶ ἐς τοὺς βαρβάρους ἐκ τοῦ ἀπροσδοκήτου ἐνέπιπτον, τούτους τε οὐκ ἀμυνομένους, ἀλλὰ τὰ νῶτα στρέψαντας ἔκτεινον,