Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ, Chapter 23
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 23.16-2
Not analysed yet
τείχισμα δὲ ἄλλο βραχὺ περιέβαλλον ἔξωθεν αὐτῷ οἱ πάλαι Ῥωμαῖοι, οὐκ ἀσφαλείας τινὸς ἕνεκα ʽοὐ γὰρ οὖν οὐδὲ πύργων ὀχύρωμα εἶχεν, οὐ μὴν οὐδὲ ἐπάλξεις τινὲς ἐνταῦθα πεποίηντο οὐδέ τι ἄλλο ὅθεν ἂν καὶ ἀπώσασθαι οἷόν τε ἦν τὴν ἐς τὸν περίβολον ἐπιβουλὴν τῶν πολεμίων̓, ἀλλὰ τρυφῆς τινος οὐκ εὐπρεποῦς χάριν, ὅπως δὴ λέοντάς τε καὶ τἄλλα θηρία καθείρξαντες ἐνταῦθα τηροῖεν.