Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ, Chapter 23
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 23.3
Not analysed yet
οἱ Ῥῆγες ἐνταῦθα, πεζικὸν τέλος, ἐφύλασσον καὶ Οὐρσικῖνος, ὃς αὐτῶν ἦρχε. ταύτης δὲ μεταξὺ τῆς πύλης καὶ τῆς ἐν δεξιᾷ ἐχομένης πυλίδος, ἣ Πιγκιανὴ ὀνομάζεται, μοῖρά τις τοῦ περιβόλου δίχα τὸ παλαιὸν ἀπὸ ταὐτομάτου διαιρεθεῖσα, οὐκ ἐξ ἐδάφους μέντοι, ἀλλ’ ὅσον ἐκ μήκους τοῦ ἡμίσεος, οὐκ ἔπεσε μὲν οὐδὲ ἄλλως διεφθάρη, ἐκλίθη δὲ οὕτως ἐφ’ ἑκάτερα, ὡς τὸ μὲν ἐκτὸς τοῦ ἄλλου τείχους, τὸ δὲ ἐντὸς φαίνεσθαι.