Ancient Greek · ~7 min
23.4 to 23.13
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 23.4-13
Not analysed yet
καὶ ἀπ’ αὐτοῦ Περίβολον Διερρωγότα Ῥωμαῖοι τῇ σφετέρᾳ γλώσσῃ ἐκ παλαιοῦ καλοῦσι τὸν χῶρον. τοῦτο δὲ τὸ μέρος καθελεῖν τε καὶ ἀνοικοδομήσασθαι Βελισάριον κατ’ ἀρχὰς ἐγχειροῦντα ἐκώλυον Ῥωμαῖοι, Πέτρον σφίσι τὸν ἀπόστολον ὑποσχέσθαι ἰσχυριζόμενοι αὑτῷ μελήσειν τοῦ ἐνταῦθα φυλακτηρίου. τοῦτον δὲ τὸν ἀπόστολον σέβονται Ῥωμαῖοι καὶ τεθήπασι πάντων μάλιστα. ἀπέβη τε αὐτοῖς ἅπαντα ἐν τῷδε τῷ χωρίῳ ᾗ διενοοῦντο καὶ προσεδόκων. οὐδὲ γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ, οὐ μὴν οὐδὲ ἐς τὸν ἅπαντα χρόνον καθ’ ὃν Γότθοι Ῥώμην ἐπολιόρκουν, οὔτε πολεμίων τις δύναμις ἐνταῦθα ἀφίκετο οὔτε τινὰ ταραχὴν γενέσθαι ξυνέβη. καὶ ἐθαυμάζομέν γε ὅτι οὐδὲ ἐς μνήμην ἡμετέραν ἢ τῶν πολεμίων αὕτη τοῦ περιβόλου ἡ μοῖρα παρὰ πάντα τὸν χρόνον ἦλθεν, οὔτε τειχομαχούντων οὔτε νύκτωρ ἐπιβουλευόντων τῷ τείχει, οἷα πολλὰ ἐνεχείρησαν. διὸ δὴ οὐδὲ ὕστερόν τις ἀνοικοδομήσασθαι τοῦτο ἐτόλμησεν, ἀλλ’ ἐς ἡμέραν τήνδε οὕτω τὸ ἐκείνῃ διῄρηται τεῖχος. ταῦτα μὲν οὖν ὧδέ πη ἔσχεν. Ἐν δὲ Σαλαρίᾳ πύλῃ Γότθος ἀνὴρ εὐμήκης τε καὶ ἀγαθὸς τὰ πολέμια θώρακά τε ἐνδιδυσκόμενος καὶ κράνος ἐν τῇ κεφαλῇ ἔχων, ὤν τε οὐκ ἀφανὴς ἐν τῷ Γότθων ἔθνει, οὐκ ἐν τάξει ξὺν τοῖς ἄλλοις ἔμεινεν, ἀλλ’ ἐπὶ δένδρου ἱστάμενος ἔβαλλε συχνὰ ἐς τὰς ἐπάλξεις. τοῦτον δὲ τὸν ἄνδρα μηχανὴ ἐν πύργῳ κατὰ μέρος τὸ λαιὸν οὖσα τύχῃ τινὶ ἔβαλε. διαβὰν δὲ τόν τε θώρακα καὶ τὸ τοῦ ἀνθρώπου σῶμα τὸ βέλος ὑπὲρ ἥμισυ ἐς τὸ δένδρον ἔδυ, ἐνέρσει τε αὐτοῦ τὸν ἄνδρα ξυνδῆσαν νεκρὸν ἤρτησεν. ὅπερ ἐπεὶ οἱ Γότθοι κατεῖδον, κατορρωδήσαντες καὶ βελῶν ἔξω γενόμενοι ἔμενον μὲν ἔτι ἐν τάξει, τοὺς δὲ ἐν τῷ τείχει οὐκέτι ἐλύπουν. Βέσσας δὲ καὶ Περάνιος, Οὐιττίγιδος ἐν Βιβαρίῳ ἰσχυρότατα ἐγκειμένου σφίσι, Βελισάριον μετεπέμποντο. ὁ δὲ δείσας περὶ τῷ ἐνταῦθα τείχει ʽἦν γὰρ ταύτῃ ἐπιμαχώτατον, ὥσπερ εἴρηταἰ κατὰ τάχος ἐβοήθει αὐτός, τῶν τινα ἐπιτηδείων λιπὼν ἐν Σαλαρίᾳ.