Ancient Greek · ~7 min
23.9 to 23.16
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 23.9-16
Not analysed yet
βουλευσάμενοι οὖν ἐν σφίσιν αὐτοῖς ἐλογίσαντο κρυπτόμενον μὲν ὡς ἀσφαλέστατα τὸν παῖδα ἐκτρέφειν, τῷ δὲ Χοσρόῃ κατὰ τάχος σημῆναι ὥς οἱ ὁ Καβάδης ἐξ ἀνθρώπων ἀφανισθείη. καὶ τῷ τε βασιλεῖ κατὰ ταῦτα ἐσήμαινον τόν τε Καβάδην οὕτως ἀπέκρυψαν ὥστε τούτου γε παρείχοντο οὐδενὶ αἴσθησιν, ὅτι μὴ Οὐαρράμῃ τε τῷ σφετέρῳ παιδὶ καὶ τῶν οἰκετῶν ἑνί, ὃς δὴ αὐτοῖς πιστότατος ἐς τὰ μάλιστα ἔδοξεν εἶναι. ἐπεὶ δὲ προϊόντος τοῦ χρόνου ἐς ἡλικίαν ὁ Καβάδης ἦλθε, δείσας ὁ χαναράγγης μὴ τὰ πεπραγμένα ἐς φῶς ἄγοιτο, χρήματά τε τῷ Καβάδῃ ἐδίδου καὶ αὐτὸν ἀπαλλαγέντα ἐκέλευε διασώζεσθαι ὅπη οἱ φεύγοντι δυνατὰ εἴη. τότε μὲν οὖν Χοσρόην τε καὶ τοὺς ἄλλους ἅπαντας ταῦτα διαπεπραγμένος ὁ χαναράγγης ἐλάνθανε. Χρόνῳ δὲ ὕστερον ὁ μὲν Χοσρόης ἐς γῆν τὴν Κολχίδα στρατῷ μεγάλῳ ἐσέβαλλεν, ὥς μοι ἐν τοῖς ὄπισθεν λόγοις γεγράψεται. εἵπετο δὲ αὐτῷ ὁ τούτου δὴ τοῦ χαναράγγου υἱὸς Οὐαρράμης, ἄλλους τε τῶν οἰκετῶν ἐπαγόμενος καὶ ὃς αὐτῷ τὰ ἐς τὸν Καβάδην ξυνεπιστάμενος ἔτυχεν· ἐνταῦθα τῷ βασιλεῖ Οὐαρράμης τὰ ἀμφὶ τῷ Καβάδῃ ἅπαντα ἔφραζε, καὶ τὸν οἰκέτην ἐφ’ ἅπασίν οἱ ὁμολογοῦντα παρείχετο. ταῦτα ἐπεὶ ὁ Χοσρόης ἔγνω, τῷ τε θυμῷ ἤδη ὑπερφυῶς εἴχετο καὶ δεινὰ ἐποιεῖτο εἰ πρὸς δούλου ἀνδρὸς τοιαῦτα ἔργα πεπονθὼς εἴη, οὐκ ἔχων τε ὅπως οἱ ὑποχείριον τὸν ἄνδρα ποιοίη, ἐπενόει τάδε. ἡνίκα ἐκ γῆς τῆς Κολχίδος ἐπ’ οἴκου ἀναχωρεῖν ἔμελλε, γράφει τῷ χαναράγγῃ τούτῳ ὅτι δὴ αὐτῷ βεβουλευμένα εἴη παντὶ τῷ στρατῷ ἐς γῆν τὴν Ῥωμαίων ἐσβάλλειν, οὐκ ἐν μιᾷ μέντοι τῆς χώρας εἰσόδῳ, ἀλλὰ δίχα ποιησαμένῳ τὸ Περσῶν στράτευμα, ὅπως οἱ ἐντός τε καὶ ἐκτὸς ποταμοῦ Εὐφράτου ἐπὶ τοὺς πολεμίους ἡ ἐσβολὴ ἔσται. μιᾷ μὲν οὖν τῆς στρατιᾶς μοίρᾳ ἐς τὴν πολεμίαν αὐτόν, ὡς τὸ εἰκός, ἐξηγήσεσθαι, ἑτέρῳ δὲ οὐδενὶ ἐνδιδόναι τῶν αὐτοῦ δούλων ἴσα τῷ βασιλεῖ ἐν ταύτῃ δὴ τῇ τιμῇ ἔχειν, ὅτι μὴ αὐτῷ χαναράγγῃ τῆς ἀρετῆς ἕνεκα.