Ancient Greek · ~3 min
23.9 to 23.13
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 23.9-2-13
Not analysed yet
Ῥωμαῖος δὲ ἀνὴρ ἀφικόμενος δρόμῳ ἐς τοὺς πολεμίους, οἵπερ ἐστρατοπεδεύοντο ἐν Ἀλγηδόνι, τὸ Βελισαρίου στράτευμα ἤγγειλεν. οἱ δὲ βάρβαροι προλοχίσαντες ἐνέδραις τισὶ τὰ πρὸ τῆς Ῥώμης χωρία, ἐπειδὴ ἄγχιστά πη ἀφικομένους τοὺς ἀμφὶ Βελισάριον εἶδον, ἐκ τῶν ἐνεδρῶν ἀναστάντες ἐπ’ αὐτοὺς ᾔεσαν. μάχης τε καρτερᾶς γενομένης, τῇ σφετέρᾳ ἀρετῇ Ῥωμαῖοι τοὺς πολεμίους τρεψάμενοι, πλείστους τε διαφθείραντες ἐς τὸν Πόρτον εὐθὺς ἀνεχώρησαν. ταῦτα μὲν οὖν τῇδε ἐχώρησεν. Ἔστι δὲ Καλαβρῶν ἐπιθαλασσία πόλις ὁ Τάρας, δυοῖν σχεδόν τι ἡμέραιν ὁδὸν Δρυοῦντος διέχουσα, ἐπί τε Θουρίους καὶ Ῥηγίνους ἐνθένδε ἰόντι. ἐνταῦθα Ἰωάννης ξὺν ὀλίγοις τισί, Ταραντηνῶν αὐτὸν ἐπαγαγομένων, ἀφίκετο, τοὺς λοιποὺς ἐπὶ τῇ τοῦ Δρυοῦντος φυλακῇ καταστησάμενος.