Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ, Chapter 23
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 23.14-2
Not analysed yet
καὶ ἐπεὶ τὴν πόλιν εἶδε μεγίστην τε ὑπερφυῶς καὶ παντάπασιν ἀτείχιστον οὖσαν, πᾶσαν μὲν φυλάξαι οἷός τε ἔσεσθαι οὐδεμιᾷ μηχανῇ ᾤετο, ἰδὼν δὲ τὴν θάλασσαν τῆς πόλεως ἐς τὰ πρὸς βορρᾶν ἄνεμον ἀμφί τινα χῶρον στενὸν μάλιστα ἑκατέρωθεν ἐς κόλπον ἰοῦσαν, οὗ δὴ Ταραντηνῶν ὁ λιμήν ἐστιν, ἰσθμόν τε, ὡς τὸ εἰκός, τὸν ἐν μέσῳ χῶρον οὐχ ἧσσον ἢ σταδίων εἴκοσιν ὄντα, ἐπενόει τάδε.