Ancient Greek · ~7 min
24.12 to 24.19
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 24.12-3-19
Not analysed yet
γέγονε τοίνυν καρτερὰ μάχη. οἱ γὰρ βάρβαροι τὰ μὲν πρῶτα ἐλπίδα εἶχον αὐτοβοεὶ τὴν πόλιν αἱρήσειν, τοῦ δὲ πράγματος σφίσιν ἀντιστατοῦντος, καὶ τῶν Ῥωμαίων ἰσχυρότατα ἀμυνομένων, ὀργῇ χρώμενοι τοῖς πολεμίοις ἐπέκειντο, τοῦ θυμοῦ σφᾶς παρὰ δύναμιν ἐς τὴν εὐτολμίαν ὁρμῶντος. οἵ τε Ῥωμαῖοι παρά δόξαν ἀντείχοντο, τοῦ κινδύνου, ὡς τὸ εἰκός, ἐς τὴν εὐψυχίαν ἐνάγοντος. γέγονεν οὖν φόνος τῶν βαρβάρων ἅτε ἀφ’ ὑψηλοῦ βαλλομένων πολύς, κόπῳ τε πολλῷ καὶ ταλαιπωρίᾳ ἑκάτεροι εἴχοντο καὶ ἡ μάχη πρωῒ ἀρξαμένη ἐτελεύτα ἐς νύκτα. ἔπειτα οἱ μὲν βάρβαροι ἐν τοῖς στρατοπέδοις γενόμενοι ἐνυκτέρευσαν, τῶν ἐν σφίσι τραυματιῶν ἐπιμελούμενοι, Ῥωμαίων δὲ οἱ μὲν ἄλλοι ἐν τῷ περιβόλῳ φυλακὴν εἶχον, οἱ δὲ ἀνδρίας πέρι μάλιστα πάντων εὖ ἥκοντες ἐν περιτροπῇ τὰς τῶν πυλῶν χώρας ἐφύλασσον, τριβόλους ἔμπροσθεν πολλοὺς θέμενοι, ὅπως μὴ ἐξ ἐπιδρομῆς οἱ πολέμιοι ἐπὶ σφᾶς ἴωσιν. Οἱ δὲ τρίβολοι τοιοίδε εἰσί. σκολόπων τεττάρων ἰσομήκων μάλιστα τὰ ὄπισθε πρὸς ἄλληλα ἐναρμοσάμενοι τριγώνου σχῆμα τὰς αὐτῶν εὐθείας πανταχόθεν ἐργάζονται, καὶ αὐτοὺς ἐς τὴν γῆν ὅπου παρατύχῃ ῥίπτουσι. ταύτῃ τε τῶν σκολόπων οἱ μὲν τρεῖς ἐς τὸ ἔδαφος ἰσχυρότατα ἑστήκασι πάντες, ὁ δὲ λειπόμενος ἀνέχων μόνος ἐμπόδιον ἀνδράσι τε καὶ ἵπποις ἐς ἀεὶ γίγνεται. ὁσάκις δέ τις τοῦτον δὴ κυλίνδει τὸν τρίβολον, ὁ μὲν τέως ἐκ τῶν σκολόπων τὴν τοῦ ἀέρος ὄρθιον κληρωσάμενος χώραν ἐς τὸ ἔδαφος ἕστηκεν, ἄλλος δὲ ἀντ’ αὐτοῦ γιγνόμενος ἄνω τοῖς ἐπιέναι βουλομένοις ἐμπόδιόν ἐστιν. οἱ μὲν τρίβολοι τοιοίδε εἰσίν. ἑκάτεροι δὲ οὕτω μετὰ τὴν μάχην ηὐλίσαντο. Τῇ δὲ ὑστεραίᾳ Τουτίλας αὖθις παντὶ τῷ στρατῷ τειχομαχεῖν ἔγνω, οἱ δὲ Ῥωμαῖοι τρόπῳ τῷ εἰρημένῳ ἠμύνοντο. καθυπέρτεροί τε τῇ ξυμβολῇ γεγενημένοι ἐπεξελθεῖν τοῖς πολεμίοις ἐθάρσησαν.