Ancient Greek · ~7 min
24.1 to 24.11
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 24.1-6-11
Not analysed yet
Βελισαρίῳ δὲ τόλμα προμηθὴς γέγονε τότε ἀρχὴν μὲν μανιώδης δόξασα εἶναι τοῖς τε ὁρῶσι καὶ ἀκούουσι πρῶτον, ἐκβᾶσα δὲ ἐς ἀρετῆς ἔργον ὑψηλόν τε καὶ δαιμονίως ὑπέρογκον. τῶν γὰρ στρατιωτῶν ὀλίγους τινὰς φρουρᾶς ἕνεκα τῆς ἐν Πόρτῳ ἀπολιπὼν αὐτὸς ξὺν τῷ ἄλλῳ στρατῷ ἐς Ῥώμην ἦλθε, προσποιεῖσθαί τε αὐτὴν σθένει παντὶ ἤθελεν. ἐπεὶ δὲ οὐχ οἷός τε ἦν ὅσα καθελὼν τοῦ περιβόλου Τουτίλας ἔτυχε βραχεῖ ἀνοικοδομήσασθαι χρόνῳ, ἐποίει τάδε. λίθους ἄγχιστά πη ὄντας ξυναγαγὼν ἐπ’ ἀλλήλους οὐδενὶ κόσμῳ ξυνέβαλεν, οὐδὲν τὸ παράπαν ἐντὸς ἔχοντας, ἐπεὶ οὔτε τίτανον εἶχεν οὔτε τι ἄλλο τοιοῦτον, ἀλλ’ ὅπως μόνον τὸ τῆς οἰκοδομίας σώζοιτο πρόσωπον, σκολόπων τε μέγα τι χρῆμα ἔξωθεν ἵστη. ἐτύγχανε δὲ καὶ τάφρους βαθείας ἀμφὶ τὸν περίβολον ὅλον ὀρύξας πρότερον, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. παντὸς δὲ τοῦ στρατοῦ προθυμίᾳ τῇ πάσῃ ταῦτα ἐργαζομένου πέντε καὶ εἴκοσιν ἡμερῶν ὅσα τοῦ περιβόλου καθῄρητο τῷ τρόπῳ τούτῳ τετέλεστο. τῶν τε Ῥωμαίων ὅσοι ἀμφὶ τὰ ἐκείνῃ χωρία ᾤκηντο ἐνταῦθα ἠγείροντο, τῆς τε ἐν Ῥώμῃ οἰκήσεως ἐπιθυμίᾳ καὶ ὅτι τῶν ἐπιτηδείων τέως σπανίζοντες ἀφθονίαν ἐνταῦθα εὗρον, ἥνπερ Βελισάριος ποιεῖν ἴσχυσε, ναῦς ὅτι πλείστας πάντων ἐμπλησάμενος τῶν ἀναγκαίων, ἔς τε Ῥώμην διὰ τοῦ ποταμοῦ ἐσκομίσας. Ταῦτα ἐπεὶ Τουτίλας ἤκουσεν, ἄρας αὐτίκα παντὶ τῷ στρατῷ ἐπὶ Βελισάριόν τε καὶ Ῥώμην ἦλθεν, οὔπω Βελισαρίου τὰς πύλας ἐναρμόσασθαι τῷ περιβόλῳ ἰσχύσαντος. πάσας γὰρ διαφθείρας Τουτίλας ἔτυχεν, ἅσπερ οὐκ ἔφθη τεχνιτῶν ἀπορίᾳ Βελισάριος τεκτηνάμενος. ἐπεὶ δὲ ὁ τῶν βαρβάρων στρατὸς ἀγχοῦ ἐγένοντο, τότε μὲν ἐνστρατοπεδευσάμενοι ηὐλίσαντο παρὰ Τίβεριν ποταμόν, ἡμέρᾳ τε τῇ ἐπιγενομένῃ ἅμα ἡλίῳ ἀνίσχοντι θυμῷ τε πολλῷ καὶ θορύβῳ ἐχόμενοι ἀμφὶ τὸ τεῖχος ᾔεσαν. Βελισάριος δὲ τῶν μὲν στρατιωτῶν τοὺς μαχιμωτάτους ἀπολεξάμενος ἐς τὴν χώραν τῶν πυλῶν ἔστησε, τοὺς δὲ λοιποὺς ἄνωθεν ἀπὸ τῶν περιβόλων ἀμύνεσθαι τοὺς ἐπιόντας πάσῃ δυνάμει ἐκέλευε.