Ancient Greek · ~4 min
24.13 to 24.16
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 24.13-16
Not analysed yet
γνῶναί τε γὰρ τὰ δέοντα ἱκανώτατος ἦν καὶ λύσιν τοῖς ἀπόροις εὑρεῖν. πονηρότατος δὲ γεγονὼς ἀνθρώπων ἁπάντων τῇ τῆς φύσεως δυνάμει ἐς τοῦτο ἐχρῆτο, καὶ οὔτε θεοῦ λόγος οὔτε ἀνθρώπων αὐτὸν αἰδώς τις ἐσῄει, ἀλλὰ βίους τε αὐτῷ ἀνθρώπων πολλῶν ἀπολλύναι κέρδους ἕνεκα καὶ πόλεις ὅλας καθελεῖν ἐπιμελὲς ἦν. χρόνου γοῦν ὀλίγου χρήματα μεγάλα περιβαλόμενος, ἐς κραιπάλην τινὰ ἐκλελάκτικεν ὅρον οὐκ ἔχουσαν, ἄχρι μὲν ἐς τὸν τοῦ ἀρίστου καιρὸν ληιζόμενος τὰς τῶν ὑπηκόων οὐσίας, μέθῃ δὲ τὸ λοιπὸν καὶ σώματος ἔργοις ἀσελγέσιν ἠσχολημένος· κατέχειν δὲ ἑαυτὸν οὐδαμῆ ἴσχυεν, ἀλλὰ τά τε βρώματα μέχρι ἐς τὸν ἔμετον ἤσθιε καὶ τὰ χρήματα κλέπτειν μὲν ἦν ἐς ἀεὶ ἕτοιμος, προΐεσθαι δὲ καὶ δαπανᾶν ἑτοιμότερος. Ἰωάννης μὲν οὖν τοιοῦτός τις ἦν. Τριβουνιανὸς δὲ φύσεως μὲν δυνάμει ἐχρῆτο καὶ παιδείας ἐς ἄκρον ἀφίκετο τῶν κατ’ αὐτὸν οὐδενὸς ἧσσον, ἐς δὲ φιλοχρηματίαν δαιμονίως ἐσπουδακὼς οἷός τε ἦν κέρδους ἀεὶ τὸ δίκαιον ἀποδίδοσθαι, τῶν τε νόμων ἡμέρᾳ ἐκ τοῦ ἐπὶ πλεῖστον ἑκάστῃ τοὺς μὲν ἀνῄρει, τοὺς δὲ ἔγραφεν, ἀπεμπολῶν τοῖς δεομένοις κατὰ τὴν χρείαν ἑκάτερον.