Ancient Greek · ~7 min
24.6 to 24.12
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 24.6-12
Not analysed yet
μεταλαγχάνουσι δὲ τοῦ ἄγους τούτου καὶ γυναῖκες αὐτοῖς, οὐ τοῖς ἀνδράσιν ἑπόμεναι μόνον, ἀλλὰ καὶ τούτοις, ἂν οὕτω τύχοι, ἀντιστατοῦσαι, καίπερ οὔτε εἰς τὰ θέατρα τὸ παράπαν ἰοῦσαι οὔτε τῳ ἄλλῳ αἰτίῳ ἠγμέναι· ὥστε οὐκ ἔχω ἄλλο τι ἔγωγε τοῦτο εἰπεῖν ἢ ψυχῆς νόσημα. ταῦτα μὲν οὖν ταῖς τε πόλεσι καὶ δήμῳ ἑκάστῳ ὧδέ πη ἔχει. Τότε δὲ ἡ ἀρχή, ἣ τῷ δήμῳ ἐφειστήκει ἐν Βυζαντίῳ, τῶν στασιωτῶν τινας τὴν ἐπὶ θανάτῳ ἀπῆγε. ξυμφρονήσαντες δὲ καὶ σπεισάμενοι πρὸς ἀλλήλους ἑκάτεροι τούς τε ἀγομένους ἁρπάζουσι καὶ ἐς τὸ δεσμωτήριον αὐτίκα ἐσβάντες ἀφιᾶσιν ἅπαντας ὅσοι στάσεως ἢ ἑτέρου του ἁλόντες ἀτοπήματος ἐδέδεντο. καὶ οἱ μὲν ὑπηρέται, ὅσοι τῇ τῆς πόλεως ἀρχῇ ἕπονται, ἐκτείνοντο οὐδενὶ λόγῳ, τῶν δὲ πολιτῶν εἴ τι καθαρὸν ἦν ἐς τὴν ἀντιπέρας ἤπειρον ἔφευγον, καὶ τῇ πόλει πῦρ ἐπεφέρετο, ὡς δὴ ὑπὸ πολεμίοις γεγενημένῃ. καὶ τὸ ἱερὸν ἡ Σοφία τό τε βαλανεῖον ὁ Ζεύξιππος καὶ τῆς βασιλέως αὐλῆς τὰ ἐκ τῶν προπυλαίων ἄχρι ἐς τὸν Ἄρεως λεγόμενον οἶκον καυθέντα ἐφθάρη, ἐπὶ τούτοις τε ἄμφω αἱ μεγάλαι στοαὶ μέχρι τῆς ἀγορᾶς ἀνήκουσαι ἣ Κωνσταντίνου ἐπώνυμός ἐστιν, εὐδαιμόνων τε ἀνθρώπων οἰκίαι πολλαὶ καὶ χρήματα μεγάλα. βασιλεὺς δὲ καὶ ἡ συνοικοῦσα καὶ τῶν ἀπὸ βουλῆς ἔνιοι καθείρξαντες σφᾶς αὐτοὺς ἐν παλατίῳ ἡσύχαζον. ξύμβολον δὲ ἀλλήλοις ἐδίδοσαν οἱ δῆμοι τὸ νίκα, καὶ ἀπ’ αὐτοῦ ἐς τόδε τοῦ χρόνου ἡ κατάστασις ἐκείνη προσαγορεύεται. Τότε τῆς μὲν αὐλῆς ἔπαρχος Ἰωάννης ἦν ὁ Καππαδόκης, Τριβουνιανὸς δέ, Πάμφυλος γένος, βασιλεῖ πάρεδρος· κοιαίστωρα τοῦτον καλοῦσι Ῥωμαῖοι. τούτοιν ἅτερος, Ἰωάννης, λόγων μὲν τῶν ἐλευθερίων καὶ παιδείας ἀνήκοος ἦν. οὐ γὰρ ἄλλο οὐδὲν ἐς γραμματιστοῦ φοιτῶν ἔμαθεν, ὅτι μὴ γράμματα, καὶ ταῦτα κακὰ κακῶς · φύσεως δὲ ἰσχύϊ πάντων γέγονε δυνατώτατος ὧν ἡμεῖς ἴσμεν.