Ancient Greek · ~3 min
24.18 to 24.21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 24.18-2-21
Not analysed yet
ἄφνω δὲ Πέτρος, οὐδενὶ κοινολογησάμενος, ξὺν τοῖς ἀμφ’ αὐτὸν ἀνεπισκέπτως ἐς τὴν πολεμίαν ἐσέβαλλεν. ὅπερ ἡμέρᾳ τῇ ἐπιγινομένῃ γνόντες Φιλημούθ τε καὶ Βῆρος, οἱ τῶν Ἐρούλων ἡγούμενοι, εὐθὺς εἵποντο. ἐπεί τε ταῦτα οἵ τε ἀμφὶ Μαρτῖνον καὶ Βαλεριανὸν ἔμαθον, τῇ ἐσβολῇ κατὰ τάχος ἐχρῶντο. ἅπαντες δὲ ἀλλήλοις ὀλίγῳ ὕστερον ἀνεμίγνυντο ἐν τῇ πολεμίᾳ, πλὴν Ἰούστου τε καὶ τῶν ξὺν αὐτῷ, οἳ δὴ μακράν τε ἄποθεν, ὥσπερ ἐρρήθη, ἐστρατοπεδευμένοι τοῦ ἄλλου στρατοῦ, καὶ χρόνῳ ὕστερον τὴν ἐκείνων ἐσβολὴν γνόντες, καὶ αὐτοὶ μὲν ἐσέβαλλον ὡς τάχιστα ἐς τὴν κατ’ αὐτοὺς πολεμίαν, ἀναμίγνυσθαι δὲ τοῖς ξυνάρχουσιν οὐδαμῆ ἔσχον. οἱ μέντοι ἄλλοι ξύμπαντες ἐπορεύοντο εὐθὺ Δούβιος, οὔτε ληιζόμενοι οὔτε τι ἄλλο ἄχαρι πράσσοντες ἐς τὴν Περσῶν χώραν.