Ancient Greek · ~7 min
24.9 to 24.17
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 24.9-17
Not analysed yet
ταῦτα ἐπεὶ Βαλεριανὸς ἤκουσε, τὸν μὲν ἐπίσκοπον εὐθὺς ἀπεπέμψατο, τοὺς πρέσβεις οὐκ εἰς μακρὰν ὑποσχόμενος παρὰ Χοσρόην ἀφίξεσθαι, αὐτὸς δὲ τοὺς λόγους ἐς βασιλέα Ἰουστινιανὸν οὕσπερ ἠκηκόει ἀνήνεγκεν. οἷς δὴ ὁ βασιλεὺς αὐτίκα ἠγμένος αὐτῷ τε καὶ Μαρτίνῳ καὶ τοῖς ἄλλοις ἄρχουσιν ὅτι τάχιστα ἐσβάλλειν εἰς τὴν πολεμίαν ἐπέστελλεν. εὖ γὰρ οἶδεν ὡς αὐτοῖς τῶν πολεμίων οὐδεὶς ἐμποδὼν στήσεται. ἐκέλευε δὲ ξυλλεγέντας ἐς ταὐτὸ ἅπαντας οὕτω τὴν ἐσβολὴν ἐπὶ Περσαρμενίους ποιήσασθαι. ταῦτα ἐπεὶ ἀπενεχθέντα οἱ ἄρχοντες τὰ γράμματα εἶδον, ἅπαντες ὁμοῦ τοῖς ἑπομένοις ξυνέρρεον ἐς τὰ ἐπὶ Ἀρμενίας χωρία. Ἤδη δὲ ὁ Χοσρόης ὀλίγῳ πρότερον τὸ Ἀδαρβιγάνων δέει τῷ ἐκ τῆς νόσου ἀπολιπὼν ἐς τὴν Ἀσσυρίαν παντὶ τῷ στρατῷ ἀπιὼν ᾤχετο, ἔνθα δὴ οὔπω ἐνδεδημήκει τὸ τοῦ λοιμοῦ πάθος. Βαλεριανὸς μὲν οὖν Θεοδοσιουπόλεως ἄγχιστα ἐστρατοπεδεύσατο ξὺν τοῖς ἀμφ’ αὐτὸν καταλόγοις, καί οἱ Ναρσῆς ξυνετάττετο Ἀρμενίους τε καὶ Ἐρούλων τινὰς ξὺν αὑτῷ ἔχων. Μαρτῖνος δὲ ὁ τῆς ἕω στρατηγὸς ξύν τε Ἰλδίγερι καὶ Θεοκτίστῳ ἐς Κιθαρίζων τὸ φρούριον ἀφικόμενος ἐνταῦθά τε πηξάμενος τὸ στρατόπεδον αὐτοῦ ἔμεινε· διέχει δὲ Θεοδοσιουπόλεως ὁδῷ τεττάρων ἡμερῶν τὸ φρούριον τοῦτο· ἵνα καὶ Πέτρος οὐκ εἰς μακρὰν ξύν τε Ἀδολίῳ καὶ ἄλλοις τισὶν ἄρχουσιν ἦλθεν. ἡγεῖτο δὲ τῶν ταύτῃ καταλόγων Ἰσαάκης ὁ Ναρσοῦ ἀδελφός. Φιλημοὺθ δὲ καὶ Βῆρος ξὺν Ἐρούλοις τοῖς σφίσιν ἑπομένοις ἐς τὰ ἐπὶ Χορζιανηνῆς χωρία ἦλθον, τοῦ Μαρτίνου στρατοπέδου οὐ πολλῷ ἄποθεν. Ἰοῦστός τε ὁ βασιλέως ἀνεψιὸς καὶ Περάνιος καὶ Ἰωάννης ὁ Νικήτου παῖς ξύν τε Δομνεντιόλῳ καὶ Ἰωάννῃ τῷ Φαγᾷ τὴν ἐπίκλησιν ἐστρατοπεδεύσαντο πρὸς τῷ Φισῶν καλουμένῳ φρουρίῳ, ὅπερ ἄγχιστά πη τῶν Μαρτυροπόλεως ὁρίων ἐστίν. οὕτω μὲν οὖν ἐστρατοπεδεύσαντο οἱ Ῥωμαίων ἄρχοντες ξὺν τοῖς ἑπομένοις, ξυνῄει δὲ ὁ στρατὸς ἅπας ἐς τρισμυρίους. οὗτοι ἅπαντες οὔτε ἐς ταὐτὸ ξυνελέγησαν, οὐ μὴν οὔτε ἀλλήλοις ἐς λόγους ἦλθον. πέμποντες δὲ παρ’ ἀλλήλους οἱ στρατηγοὶ τῶν σφίσιν ἑπομένων τινὰς ὑπὲρ τῆς ἐσβολῆς ἐπυνθάνοντο.