Ancient Greek · ~8 min
24.26 to 24.34
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 24.26-34
Not analysed yet
Ὠριγένης δέ, ἀνὴρ ἐκ βουλῆς, παρελθὼν ἔλεξε τοιάδε “Τὰ μὲν παρόντα ἡμῖν, ὦ ἄνδρες Ῥωμαῖοι, πράγματα μὴ οὐχὶ πολέμῳ διακριθῆναι οὐχ οἷόν τε. πόλεμος δὲ καὶ βασιλεία τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἁπάντων ὡμολόγηται εἶναι. τῶν δὲ δὴ πράξεων αἱ μεγάλαι οὐ βραχύτητι καιροῦ κατορθοῦσθαι θέλουσιν, ἀλλ’ εὐβουλίᾳ τε λογισμῶν καὶ πόνοις σωμάτων, ἅπερ ἄνθρωποι ἐς χρόνου μῆκος ἐνδείκνυνται. ἢν μὲν οὖν ἐπὶ τὸν πολέμιον ἴοιμεν, ἐπὶ ξυροῦ μὲν ἀκμῆς τὰ πράγματα ἡμῖν στήσεται, περὶ δὲ τῶν ὅλων ἐν βραχεῖ διακινδυνεύσομεν χρόνῳ, τῶν δὲ ἀποβήσεσθαι μελλόντων ἕνεκα τὴν τύχην ἢ προσκυνήσομεν ἢ μεμψόμεθα πάντως. τὰ γὰρ τῶν πραγμάτων ὀξύτατα ἐς τὸ τῆς τύχης ὡς τὰ πολλὰ περιίσταται κράτος. ἢν δὲ σχολαίτερον τὰ παρόντα διοικησώμεθα, οὐδὲ βουλομένοις παρέσται ἡμῖν Ἰουστινιανὸν ἐν παλατίῳ λαβεῖν, ἀλλ’ ἀγαπήσει ὡς τάχιστα ἤν τις αὐτὸν ἐῴη φυγεῖν. ἀρχὴ γὰρ περιορωμένη καταρρεῖν εἴωθεν, ἀποληγούσης αὐτῇ τῆς ἰσχύος ἐς ἡμέραν ἑκάστην. ἔστι τοίνυν ἡμῖν βασίλεια ἕτερα, Πλακιλλιαναί τε καὶ τὰ Ἑλένης ἐπώνυμα, ὅθεν χρὴ βασιλέα τόνδε ὁρμώμενον τόν τε πόλεμον διενεγκεῖν καὶ τὰ ἄλλα διοικήσασθαι ᾗ ἄμεινον ἕξει.” Ὠριγένης μὲν τοσαῦτα εἶπεν. οἱ δὲ δὴ ἄλλοι, ὅπερ φιλεῖ ὅμιλος ποιεῖν, ὀξύτερόν τε ἀντελαμβάνοντο καὶ τὸ παραυτίκα ᾤοντο ξύμφορον εἶναι, καὶ οὐχ ἥκιστά γε Ὑπάτιος ʽχρῆν γάρ οἱ γενέσθαι κακῶσ̓ τῆς ἐπὶ τὸν ἱππόδρομον ὁδοῦ ἐκέλευεν ἡγεῖσθαι. τινὲς δέ φασιν ἐξεπίτηδες αὐτὸν ἐνταῦθα ἥκειν, βασιλεῖ εὐνοϊκῶς ἔχοντα. Οἱ δὲ ἀμφὶ τὸν βασιλέα ἐν βουλῇ ἦσαν, πότερα μένουσιν αὐτοῖς ἢ ταῖς ναυσὶν ἐς φυγὴν τρεπομένοις ἄμεινον ἔσται. καὶ λόγοι μὲν πολλοὶ ἐλέγοντο ἐς ἑκάτερα φέροντες. καὶ Θεοδώρα δὲ ἡ βασιλὶς ἔλεξε τοιάδε “Τὸ μὲν γυναῖκα ἐν ἀνδράσι μὴ χρῆναι τολμᾶν ἢ ἐν τοῖς ἀποκνοῦσι νεανιεύεσθαι, τὸν παρόντα οἶμαι καιρὸν ἥκιστα ἐφεῖναι διασκοπεῖσθαι εἴτε ταύτῃ εἴτε ἄλλῃ πη νομιστέον. οἷς γὰρ τὰ πράγματα ἐς κίνδυνον τὸν μέγιστον ἥκει, οὐκ ἄλλο οὐδὲν εἶναι δοκεῖ ἄριστον ἢ τὰ ἐν ποσὶν ὡς ἄριστα θέσθαι.