Ancient Greek · ~7 min
24.35 to 24.43
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 24.35-43
Not analysed yet
ἡγοῦμαι δὲ τὴν φυγὴν ἔγωγε, εἴπερ ποτέ, καὶ νῦν, ἢν καὶ τὴν σωτηρίαν ἐπάγηται, ἀξύμφορον εἶναι. ἀνθρώπῳ μὲν γὰρ ἐς φῶς ἥκοντι τὸ μὴ οὐχὶ καὶ νεκρῷ γενέσθαι ἀδύνατον, τῷ δὲ βεβασιλευκότι τὸ φυγάδι εἶναι οὐκ ἀνεκτόν. μὴ γὰρ ἂν γενοίμην τῆς ἁλουργίδος ταύτης χωρίς, μηδ’ ἂν τὴν ἡμέραν ἐκείνην βιῴην, ἐν ᾗ με δέσποιναν οἱ ἐντυχόντες οὐ προσεροῦσιν. εἰ μὲν οὖν σώζεσθαί σοι βουλομένῳ ἐστίν, ὦ βασιλεῦ, οὐδὲν τοῦτο πρᾶγμα. χρήματα γάρ τε πολλὰ ἔστιν ἡμῖν, καὶ θάλασσα μὲν ἐκείνη, πλοῖα δὲ ταῦτα. σκόπει μέντοι μὴ διασωθέντι ξυμβήσεταί σοι ἥδιστα ἂν τῆς σωτηρίας τὸν θάνατον ἀνταλλάξασθαι. ἐμὲ γάρ τις καὶ παλαιὸς ἀρέσκει λόγος, ὡς καλὸν ἐντάφιον ἡ βασιλεία ἐστί.” τοσαῦτα τῆς βασιλίδος εἰπούσης, θάρσος τε τοῖς πᾶσιν ἐπεγένετο καὶ ἐς ἀλκὴν τραπόμενοι ἐν βουλῇ ἐποιοῦντο ᾗ ἂν ἀμύνεσθαι δυνατοὶ γένοιντο, ἤν τις ἐπ’ αὐτοὺς πολεμήσων ἴοι. οἱ μὲν οὖν στρατιῶται ξύμπαντες, οἵ τε ἄλλοι καὶ ὅσοι ἀμφὶ τὴν βασιλέως αὐλὴν ἐτετάχατο, οὔτε τῷ βασιλεῖ εὐνοϊκῶς εἶχον οὔτε ἐς τὸ ἐμφανὲς ἔργου ἔχεσθαι ἤθελον, ἀλλὰ τὸ μέλλον ἐκαραδόκουν ὅπη ἐκβήσεται. πᾶσαν δὲ τὴν ἐλπίδα ἐν Βελισαρίῳ τε καὶ Μούνδῳ ὁ βασιλεὺς εἶχεν, ὧν ἅτερος μέν, Βελισάριος, ἄρτι ἐκ τοῦ Μηδικοῦ ἐπανήκων πολέμου τήν τε ἄλλην θεραπείαν δυνατήν τε καὶ λόγου ἀξίαν ἐπήγετο καὶ δορυφόρων τε εἶχε καὶ ὑπασπιστῶν πλῆθος ἔν τε ἀγῶσι καὶ τοῖς τοῦ πολέμου κινδύνοις τὰς μελέτας πεποιημένον. Μοῦνδος δέ, Ἰλλυριῶν στρατηγὸς ἀποδεδειγμένος, τύχῃ τινὶ ξυνεκύρησε βαρβάρους Ἐρούλους ἐπαγαγόμενος κατά τινα χρείαν ἐς Βυζάντιον μετάπεμπτος ἥκειν. Ὑπάτιος μὲν οὖν ἐπειδὴ εἰς τὸν ἱππόδρομον ἀφίκετο, ἀναβαίνει μὲν αὐτίκα οὗ δὴ βασιλέα καθίστασθαι νόμος, κάθηται δὲ ἐς τὸν βασίλειον θρόνον, ὅθεν ἀεὶ βασιλεὺς εἰώθει τόν τε ἱππικὸν καὶ γυμνικὸν θεᾶσθαι ἀγῶνα. ἐκ δὲ παλατίου Μοῦνδος μὲν διὰ πύλης ἐξῄει, ἔνθα δὴ ὁ κοχλίας ἀπὸ τῆς καθόδου κυκλοτεροῦς οὔσης ὠνόμασται.