Ancient Greek · ~5 min
24.28 to 24.34
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 24.28-34
Not analysed yet
οὕτω τοῖς ἀνθρώποις ἐμπέφυκε πρὸς τῶν πραγμάτων τὰς ἀποβάσεις ἀεὶ τὴν γνώμην ῥυθμίζειν καὶ τὴν διάνοιαν τῷ τῆς τύχης ῥεύματι προσχωρεῖν, ἀγχιστρόφους τε ἀπ’ αὐτοῦ τὰς μεταστάσεις ποιεῖσθαι τῆς δόξης. διὸ δὴ καὶ Γότθοι εὐημεροῦντα μὲν τοῖς ἐγχειρήμασι Τουτίλαν ἐτεθήπεσαν ἴσα θεῷ, ἄμαχόν τινα καὶ ἀήττητον ἀποκαλοῦντες, ἡνίκα πόλεων τῶν ἁλισκομένων ἐκ μοίρας τινὸς τὰ τείχη διαφθείρειν εἴα, σφαλέντι δέ, ὥσπερ ἐρρήθη, λοιδορεῖσθαι οὐκ ἀπηξίουν τῶν ἔναγχος σφίσιν ἀμφ’ αὐτὸν εἰρημένων ἀμνημονοῦντες, ἀπ’ ἐναντίας τε αὐτῶν οὐδεμιᾷ ὀκνήσει ἰόντες. ἀλλὰ ταῦτα μὲν καὶ τὰ τοιαῦτα οὐχ οἷόν τέ ἐστι μὴ οὐχὶ τοῖς ἀνθρώποις ἐς ἀεὶ ἁμαρτάνεσθαι, ἐπεὶ καὶ φύσει γίγνεσθαι εἴωθε. Τουτίλας δὲ καὶ οἱ βάρβαροι λύσαντες τὴν προσεδρείαν ἐς Τίβουριν πόλιν ἀφίκοντο, πάσας σχεδόν τι τὰς τοῦ Τιβέριδος γεφύρας διελόντες, ὅπως μὴ Ῥωμαῖοι εὐπετῶς σφίσιν ἐπιέναι οἷοί τε ὦσι. γέφυραν μέντοι μίαν, ἣ Μολιβίου ἐπώνυμός ἐστι, διαφθεῖραι οὐδαμῆ ἴσχυσαν, ἐπεὶ ἄγχιστα τῆς πόλεως ἐτύγχανεν οὖσα. τό τε ἐν Τιβούρει φρούριον ἀνοικοδομήσασθαι σθένει παντὶ ἔγνωσαν· καθελόντες γὰρ αὐτὸ πρότερον ἔτυχον· τά τε χρήματα ἐνταῦθα καταθέμενοι ἅπαντα ἡσυχῆ ἔμενον. καὶ Βελισάριος ἀδεέστερον ἤδη τὰς πύλας τοῦ Ῥώμης περιβόλου πανταχόθι ἐφαρμοσάμενος σιδήρῳ τε αὐτὰς περιβαλὼν αὖθις βασιλεῖ τὰς κλεῖς ἔπεμψε. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ δωδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.