Ancient Greek · ~7 min
25.1 to 25.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 25.1-6-9
Not analysed yet
Ἐτύγχανε δὲ πολλῷ πρότερον στράτευμα ἐπὶ Περυσίαν ὁ Τουτίλας στείλας, οἵπερ ἀμφὶ τὸν τῆς πόλεως περίβολον ἐνστρατοπεδευσάμενοι ἐπολιόρκουν ἐς τὸ ἀκριβὲς τοὺς ταύτῃ Ῥωμαίους. καὶ ἐπεὶ τῶν ἐπιτηδείων αὐτοὺς σπανίζοντας ᾔσθοντο ἤδη, πέμψαντες παρὰ Τουτίλαν ἐδέοντο παντὶ τῷ στρατῷ ἐνταῦθα ἰέναι, ῥᾷον ἂν οὕτω καὶ ἀπονώτερον ἐξελεῖν Περυσίαν τε καὶ τοὺς ἐνταῦθα Ῥωμαίους οἰόμενοι. Τουτίλας δὲ οὐ λίαν ἐς τὰ ἐπαγγελλόμενα προθυμουμένους τοὺς βαρβάρους ὁρῶν παραίνεσίν τινα ποιεῖσθαι ἐς αὐτοὺς ἤθελε. διὸ δὴ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε· “Ὁρῶν ὑμᾶς, ἄνδρες ξυστρατιῶται, ἐμὲ μὲν οὐκ ὀρθῶς δι’ ὀργῆς ἔχοντας, ἀγανακτοῦντας δὲ πρὸς τὸ τῆς τύχης ξυμπεπτωκὸς ἐναντίωμα, ξυναγαγεῖν τανῦν ἔγνωκα, ὅπως ὑμῶν δόξαν ὡς ἥκιστα ὀρθὴν ἀφελὼν ἀντικαθιστάναι τὴν γνώμην ἐπὶ τὰ βελτίω δυνήσωμαι, καὶ μήτε ἀχαριστεῖν οὐδὲν ὑμῖν προσῆκον ἐς ἐμὲ δόξητε μήτε ἀγνωμοσύνῃ εἰς τὸ θεῖον ὑπὸ ἀβελτερίας χρῆσθαι. τὰ γὰρ ἀνθρώπεια καὶ σφάλλεσθαί ποτε πέφυκεν, ὅστις τε ἄνθρωπος ὢν εἶτα δυσχερῶς ἔχων ἐς τὰ προσπίπτοντα φαίνεται, αὐτὸς μὲν ἀμαθίας, ὡς τὸ εἰκός, ἀποίσεται δόξαν, οὐδὲν δὲ ὑπεκστήσεται τὴν ἀπὸ τῆς τύχης ἀνάγκην. βούλομαι δὲ τῶν πρότερον πεπραγμένων ὑμᾶς ὑπομνῆσαι, οὐχ ὅσον ἕνεκα τοῦ τὰς αἰτίας τῶν ξυμβεβηκότων ἐκλύσασθαι, ἀλλὰ καὶ τοῦ δικαιότερον ἂν ταύτας ὑμῖν προσήκειν ἐνδείκνυσθαι. Οὐίττιγις γὰρ τὸ ἐξ ἀρχῆς καθιστάμενος ἐς πόλεμον τόνδε Φανοῦ μὲν καὶ Πισαύρου τῶν ἐπιθαλασσίων πόλεων τὰ τείχη καθεῖλε, Ῥώμην δὲ καὶ τὰς ἄλλας Ἰταλίας πόλεις ἁπάσας ἀφῆκεν οὐδ’ ὁτιοῦν λυμηνάμενος. ἐκ μὲν οὖν Φανοῦ καὶ Πισαύρου φλαῦρον οὐδὲν Γότθοις ξυμβέβηκεν, ἐκ δὲ τοῦ Ῥώμης περιβόλου καὶ τῶν ἄλλων ὀχυρωμάτων ταύτῃ, ᾗπερ ὑμεῖς ἴστε, Γότθοις καὶ Οὐιττίγιδι ἐκεχωρήκει τὰ πράγματα. Ἐγὼ τοίνυν ἐπειδὴ διδόντων ὑμῶν τὴν ἀρχὴν ἔλαβον, ἐλογισάμην τῶν ἔργων τοῖς ἀμείνοσι δόξασιν εἶναι μᾶλλον ἕπεσθαι ἢ ἐκ τῶν λυμηναμένων τοῖς πράγμασι διδόναι βλάβος.