Ancient Greek · ~8 min
24.44 to 24.52
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 24.44-52
Not analysed yet
Βελισάριος δὲ τὰ μὲν πρῶτα εὐθὺ αὐτοῦ τε Ὑπατίου καὶ θρόνου τοῦ βασιλείου ἀνέβαινεν, ὡς δὲ ἐς τὸ πλησίον οἴκημα ἦλθεν οὗ δὴ στρατιωτῶν φρουρὰ ἐκ παλαιοῦ ἐστιν, ἐβόα τοῖς στρατιώταις ἐγκελευόμενος ἀνοιγνύναι οἱ τὴν θύραν ὡς τάχιστα ὅπως ἐπὶ τὸν τύραννον ἴοι. δεδογμένον δὲ τοῖς στρατιώταις μηδετέρῳ ἀμύνειν ἕως αὐτῶν ἅτερος λαμπρῶς νικῴη, ὡς ἥκιστα ἐπαΐειν δοκοῦντες διεκρούσαντο. ἀναστρέψας οὖν Βελισάριος ὡς βασιλέα, διεφθάρθαι ἰσχυρίζετο σφίσι τὰ πράγματα. νεωτερίζειν γὰρ ἐς αὐτὸν τοὺς στρατιώτας οἳ τὴν παλατίου φρουρὰν ἔχουσιν. ἐκέλευεν οὖν αὐτὸν βασιλεὺς ἐπὶ τὴν καλουμένην Χαλκῆν καὶ τὰ ἐνταῦθα προπύλαια ἰέναι. ὁ δὲ δὴ μόλις καὶ οὔτε κινδύνων οὔτε πόνων μεγάλων χωρὶς δι’ ἐρειπίων τε καὶ χωρίων ἡμιφλέκτων διεξιὼν ἐς τὸ ἱππικὸν ἀναβαίνει. καὶ ἐπειδὴ παρὰ τὴν Βενέτειον ἐγεγόνει στοάν, ἣ τοῦ βασιλέως θρόνου ἐν δεξιᾷ ἐστιν, ἐβούλευσε μὲν ἐπὶ πρῶτον αὐτὸν Ὑπάτιον ἰέναι, βραχείας δὲ οὔσης ἐνταῦθα πυλίδος ἣ ἀπεκέκλειστό τε καὶ ὑπὸ τῶν ἐντὸς Ὑπατίου στρατιωτῶν ἐφυλάσσετο, κατωρρώδησε μή οἱ ἐν στενῷ πονουμένῳ ὁ δῆμος ξυνεπιθέμενος αὐτόν τε καὶ τοὺς ἑπομένους ἅπαντας διαφθείραντες ῥᾷόν τε καὶ ἀπονώτερον ἐπὶ βασιλέα χωρήσωσι. λογισάμενος οὖν ὥς οἱ ἐπὶ τὸν δῆμον ἰτέον ἐστίν, οἳ ἐν τῷ ἱπποδρόμῳ ἑστήκεσαν, πλήθει τε ἄμετροι καὶ μετὰ πολλῆς ἀκοσμίας ὑπ’ ἀλλήλων ὠθούμενοι, ἀπὸ τοῦ κολεοῦ τὸ ξίφος ἀράμενος τοῖς τε ἄλλοις κατὰ ταὐτὰ ποιεῖν ἐπαγγείλας, δρόμῳ τε καὶ κραυγῇ ἐπ’ αὐτοὺς ᾔει. ὁ δὲ δῆμος, ἅτε δὴ ἐν ὁμίλῳ καὶ οὐκ ἐν τάξει ἱστάμενοι, ἐπειδὴ στρατιώτας εἶδον τεθωρακισμένους τε καὶ δόξαν πολλὴν ἐπί τε ἀνδρίᾳ καὶ πολέμων ἐμπειρίᾳ ἔχοντας, καὶ τοῖς ξίφεσιν οὐδεμιᾷ φειδοῖ παίοντας, ἐς φυγὴν ὥρμηντο. κραυγῆς δὲ πολλῆς, ὡς τὸ εἰκός, γεγενημένης, πλησίον που ἑστηκὼς Μοῦνδος καὶ βουλόμενος ἔργου ἔχεσθαι ʽἦν γάρ τις τολμητὴς καὶ δραστήριοσ̓, ἀπορούμενος δὲ ᾗ χρήσεται τοῖς παροῦσιν, ἐπειδὴ ἐτεκμήρατο ὡς Βελισάριος ἐν τῷ πόνῳ εἴη, εὐθὺς ἐπὶ τὸ ἱπποδρόμιον διὰ τῆς εἰσόδου ἣ Νεκρὰ καλεῖται εἰσβάλλει.