Ancient Greek · ~7 min
25.10 to 25.17
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 25.10-3-17
Not analysed yet
φύσει μὲν γὰρ ἄνθρωποι οὐδέν τι μέγα διαφέρειν ἀλλήλων δοκοῦσιν, ἡ δὲ πεῖρά τισι γινομένη διδάσκαλος κρείσσω τὸν ἐκμαθόντα τῶν οὐ τετυχηκότων τῆς διδασκαλίας τῷ παντὶ τίθησιν. ἐπειδὴ τοίνυν Βενεβεντὸν εἵλομεν, τὰ τείχη καθελόντες τῶν ἄλλων εὐθὺς ἐκρατοῦμεν, ὧνπερ ὁμοίως τοὺς περιβόλους καθελεῖν ἔγνωμεν, ὅπως μὴ ἐξ ἐχυροῦ τινος ὁρμώμενος ὁ τῶν πολεμίων στρατὸς σοφίζεσθαι τὸν πόλεμον δυνατὸς εἴη, ἀλλ’ ἐκ τοῦ εὐθέος ἀναγκάζηται ἡμῖν ἐς πεδίον κατιὼν ἐς χεῖρας ἰέναι. καὶ οἱ μὲν ἔφευγον, ἐγὼ δὲ καθαιρεῖν τῶν πόλεων τὰς ἁλισκομένας ἐκέλευον. ὑμεῖς δὲ τὴν εὐβουλίαν θαυμάζοντες ὑπουργεῖτε τῇ γνώμῃ ταύτῃ, τὸ ἔργον, ὡς τὸ εἰκός, οἰκειούμενοι. ὁ γὰρ ἐπαινέσας τὸν δράσαντα οὐδέν τι ἧσσον τῶν πεπραγμένων αὐτουργὸς γίνεται. νῦν δὲ μεταβέβλησθε, ὦ φίλτατοι Γότθοι, ἐπειδὴ ξυνέβη Βελισάριον κρεῖσσον λόγου θράσος ἑλόμενον τῶν ἐγκεχειρημένων αὐτῷ παρὰ δόξαν κρατεῖν, καὶ ἀπ’ αὐτοῦ καταπεπλῆχθαι τὸν ἄνθρωπον ἅτε ἀνδρεῖον ὑμῖν ξυμβαίνει. ῥᾷον γὰρ οἱ θρασεῖς εὔτολμοι κέκληνται ἢ οἱ προμηθεῖς ἀσφαλεῖς. ὁ μὲν γὰρ παρὰ τὰ καθεστῶτα τολμήσας ἐννοίᾳ τοῦ δοκοῦντος δραστηρίου τετίμηται, ὁ δὲ προμηθεῖ γνώμῃ ἀποκνήσας τὸν κίνδυνον ἀποτυχών τε τὴν αἰτίαν ἐπισπᾶται τῶν ξυμπιπτόντων καὶ πράξας κατὰ νοῦν οὐδὲν αὐτὸς τοῖς γε ἀμαθέσιν ἐργάσασθαι δοκεῖ. Χωρὶς δὲ τούτων οὐκ ἐκλογίζεσθε ὅτι ἐμοὶ χαλεπαίνετε, δι’ ὧν ὑμῖν ἀγανακτεῖν ξυμβαίνει τανῦν. Ἢ Βελισάριον εὐδοκιμηκέναι καθ’ ὑμῶν οἴεσθε, οἵπερ δορυάλωτοι ὄντες καὶ δραπέται γεγενημένοι ὑπ’ ἐμοί τε στρατηγοῦντι ὅπλα ἀντάραντες ὑπερβαλέσθαι πολλάκις αὐτὸν τῷ πολέμῳ δεδύνησθε; καίτοι εἰ μὲν ἐμῇ ἀρετῇ ἐκεῖνα ὑμᾶς εἰργάσθαι ξυνέβη, ταύτην ὑμᾶς αἰσχυνομένους χρὴ σιωπᾶν, ἐν τοῖς πταίσμασι δὴ τῶν ἀνθρώπων ἐνθυμουμένους ὡς οὐδὲν πέφυκεν ἐφ’ ἑαυτοῦ μένειν· εἰ δέ τις ὑμῖν τύχη ἐκεῖνο τὸ κράτος ἐβράβευσε, σέβειν μᾶλλον ἢ δυσκόλως πρὸς αὐτὴν ἔχειν ὑμῖν ξυνοίσει, ὡς μὴ προσκεκρουκότες τὴν εὐγνωμοσύνην μεταμαθεῖν βιάζησθε.