Ancient Greek · ~7 min
25.11 to 25.22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 25.11-2-22
Not analysed yet
ταῦτά τε διαπεπραγμένος ἐπανῆκεν ἐς τὸ Ῥωμαίων στρατόπεδον, ὅπερ ἅπαν πρὸ τοῦ περιβόλου πεποίηντο, ἐν σφίσιν αὐτοῖς τὰ φυλακτήρια πύλης ἑκάστης νειμάμενοι. οἱ δὲ βάρβαροι οὐ πολλῷ ὕστερον εὐθὺ Καρχηδόνος σπουδῇ πολλῇ ᾔεσαν, ἔν τε χωρίῳ τῷ Δεκίμῳ καλουμένῳ στρατοπεδευσάμενοι ἔμενον. ἐνθένδε τε ἄραντες τῇ ὑστεραίᾳ πρόσω ἐχώρουν. τινὲς δὲ ὑπαντιάσαντες τοῦ Ῥωμαίων στρατοῦ, ἐς χεῖράς τε αὐτοῖς ἀπροσδόκητοι ἦλθον καὶ Μαυρουσίους οὐ συχνοὺς ἔκτειναν. οὓς δὴ ὁ Γόνθαρις εὐθὺς ἀνεκάλει κακίζων ἅτε ἀνεπισκέπτως τε θρασυνομένους καὶ τὰ Ῥωμαίων πράγματα ἐθέλοντας ἐς προὖπτόν τινα ἐμβαλεῖν κίνδυνον. Ἐν τούτῳ δὲ Ἀρεόβινδος πέμψας παρὰ τὸν Κουτζίναν λάθρα ἔπρασσε προδοσίας πέρι. καί οἱ ὁ Κουτζίνας ὡμολόγησεν, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται, ἐπί τε Ἀντάλαν καὶ Μαυρουσίους τοὺς ἐν Βυζακίῳ τραπέσθαι. Μαυρούσιοι γὰρ οὔτε πρὸς ἄλλων ἀνθρώπων τινὰς οὔτε πρὸς ἀλλήλους τὸ πιστὸν ἔχουσι. ταῦτα ἐς Γόνθαριν Ἀρεόβινδος ἐξήνεγκεν. ὁ δὲ παρακρούεσθαί τε καὶ ἀναβάλλεσθαι τὴν πρᾶξιν ἐθέλων παρῄνει τῷ Ἀρεοβίνδῳ τὸ πιστὸν ἐς Κουτζίναν ὡς ἥκιστα ἔχειν, ἢν μὴ τοὺς παῖδας ἐν ὁμήρων λόγῳ παρ’ αὐτοῦ λάβοι. Ἀρεόβινδος μὲν οὖν καὶ Κουτζίνας λάθρα παρ’ ἀλλήλους ἀεὶ πέμποντες ἀμφὶ τῇ ἐς Ἀντάλαν ἐπιβουλῇ διατριβὴν εἶχον. Γόνθαρις δὲ αὖθις τὸν Οὐλίθεον στείλας ἔκπυστα τῷ Ἀντάλᾳ ἐποίησε τὰ πρασσόμενα. καὶ ὃς οὔτε τι τῷ Κουτζίνᾳ ἐπικαλεῖν ἔγνω οὔτε ὅτι ἐπέπυστο τὴν ἐπιβουλὴν ἔνδηλος αὐτῷ ἐγεγόνει, οὐ μὴν οὐδέ τι ἐξήνεγκε τῶν αὐτῷ τε καὶ Γονθάριδι ξυγκειμένων. ἀλλήλοις δὲ ἄμφω πολέμιοί τε καὶ δυσμενεῖς ταῖς γνώμαις ὄντες νῷ τε πονηρῷ ξυνετάσσοντο, ἐπί τε τὸν οἰκεῖον ἑκάτερος φίλον ἀλλήλοις ξυστρατεύοντες ᾔεσαν. τοιαύτῃ μὲν γνώμῃ Κουτζίνας τε καὶ Ἀντάλας ἐπὶ Καρχηδόνα τὸν Μαυρουσίων στρατὸν ἐπῆγον. Γόνθαρις δὲ κτεῖναι μὲν τὸν Ἀρεόβινδον διενοεῖτο, τοῦ δὲ μὴ δοκεῖν τυραννίδος ἐπιβατεύειν, ἐν παρατάξει λάθρα τοῦτο δρᾶν ἤθελεν, ὅπως πρὸς ἑτέρων μὲν ἡ ἐπιβουλὴ ἐς τὸν στρατηγὸν γεγενῆσθαι δόξειεν, αὐτὸς δὲ ἀναγκασθείη τῷ Ῥωμαίων στρατῷ ἀνελέσθαι τὴν Λιβύης ἀρχήν.