Ancient Greek · ~3 min
25.23 to 25.28
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 25.23-28
Not analysed yet
ἀπάτῃ τοίνυν τὸν Ἀρεόβινδον περιελθὼν πείθει τοῖς πολεμίοις ἐπεξελθόντα ὁμόσε ἰέναι, ἤδη που Καρχηδόνος ἄγχιστα ἥκουσιν. ἐδόκει γοῦν αὐτῷ τῇ ὑστεραίᾳ παντὶ τῷ στρατῷ ἐξηγήσεσθαι ἐπὶ τοὺς πολεμίους ἅμα ἡλίῳ ἀνίσχοντι. ἀλλ’ Ἀρεόβινδος ἀπείρως τε λίαν ἐς τὸ πρᾶγμα τοῦτο καὶ ὀκνηρῶς ἔχων μελλήσει ἐχρῆτο οὐδενὶ λόγῳ. μελετῶν τε γὰρ ὅπως ἐνδύσαιτο τὴν τῶν ὅπλων σκευὴν καὶ τἄλλα ἐξαρτυόμενος ἐς τὴν ἔξοδον τὸν πλεῖστον τῆς ἡμέρας ἀνάλωσε χρόνον. διὸ δὴ τὴν παράταξιν ἐς τὴν ἐπιοῦσαν ἀποθέμενος ἡσυχῆ ἔμενε. Γόνθαρις δὲ αὐτὸν ἐξεπίτηδες τὴν μέλλησιν πεποιῆσθαι ὑποτοπήσας ἅτε τῶν πρασσομένων αἰσθανόμενον, ἐκ τοῦ ἐμφανοῦς τόν τε φόνον τοῦ στρατηγοῦ καὶ τῆς τυραννίδος τὴν ἐπίθεσιν ἐπιτελεῖν ἔγνω.