Ancient Greek · ~7 min
25.27 to 25.37
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 25.27-37
Not analysed yet
ἐνταῦθα Ἰωάννης μὲν ἀφυλάκτῳ στόματι τὰ ἐς τὴν ἐπίθεσιν ὡμολόγει τε καὶ ὅρκοις δεινοτάτοις ἀπισχυρίζετο, Ναρσῆς δὲ αὐτῷ καὶ Μάρκελλος ἐκ τοῦ αἰφνιδίου ἐπέστησαν. θορύβου δέ, ὡς τὸ εἰκός, γενομένου οἱ τοῦ Ἰωάννου δορυφόροι ʽἄγχιστα γάρ πη ἑστήκεσαν’ παρ’ αὐτὸν αὐτίκα ἐγένοντο. καὶ αὐτῶν τις Μάρκελλον, οὐκ εἰδὼς ὅστις ποτὲ ἦν, ξίφει ἔπληξεν, οὕτω τε Ἰωάννης διαφυγεῖν ξὺν αὐτοῖς ἴσχυσεν ἔς τε τὴν πόλιν κατὰ τάχος ἀφίκετο. καὶ εἰ μὲν εὐθὺς ἐλθεῖν παρὰ βασιλέα ἐθάρσησεν, οἶμαι ἄν, οὐδὲν ἐπεπόνθει πρὸς αὐτοῦ ἄχαρι· νῦν δὲ καταφυγὼν ἐς τὸ ἱερὸν δέδωκε τῇ βασιλίδι κατ’ ἐξουσίαν τῇ ἐς αὐτὸν ἐπιβουλῇ χρῆσθαι. Τότε μὲν οὖν ἐξ ἐπάρχων ἰδιώτης γενόμενος ἐς ἕτερον ἐνθένδε ἀναστὰς ἐκομίσθη, ὅπερ ἐν τῷ προαστείῳ Κυζίκου πόλεως ἵδρυται,—Ἀρτάκην καλοῦσι Κυζικηνοὶ τὸ προάστειον. ἐνταῦθα ἱερέως οὔ τι ἑκούσιος περιβέβληται σχῆμα, οὐκ ἐπισκόπου μέντοι, ἀλλ’ ὅνπερ καλεῖν πρεσβύτερον νενομίκασιν. ὁ δὲ ἱερουργεῖν ἥκιστα ἤθελεν, ὡς μή ποτε αὐτῷ ἐμπόδιον εἴη ἐς τὰς ἀρχὰς αὖθις ἰέναι· τῶν γὰρ ἐλπίδων μεθίεσθαι οὐδαμῆ ἤθελε. τὰ δὲ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα εὐθὺς γέγονεν. ὧν δὴ αὐτῷ μοῖραν βασιλεὺς πολλὴν ἠφίει· ἔτι γὰρ τῇ ἐς αὐτὸν φειδοῖ εἴχετο. ἐνταῦθα παρῆν τῷ Ἰωάννῃ ἀφροντιστήσαντι μὲν κινδύνων ἁπάντων, χρήματα δὲ περιβεβλημένῳ μεγάλα, ὅσα τε αὐτὸς ἐτύγχανε κρύψας καὶ ὅσα βασιλέως γνώμῃ παρ’ αὐτῷ ἔμεινε, τρυφᾶν τε κατ’ ἐξουσίαν καὶ τὰ παρόντα ἡγεῖσθαι λογισμῷ σώφρονι εὐδαίμονα εἶναι. διὸ δὴ καὶ πάντες Ῥωμαῖοι ἐπὶ τῷ ἀνθρώπῳ ἀτεχνῶς ἤχθοντο, ὅτι δὴ πονηρότατος γεγονὼς δαιμόνων ἁπάντων, βίον παρὰ τὴν ἀξίαν εὐδαιμονέστερον ἢ πρότερον ἔχοι. ἀλλ’ ὁ θεός, οἶμαι, οὐκ ἤνεγκεν ἐς τοῦτο τὴν τίσιν Ἰωάννῃ ἀποκεκρίσθαι, ἐπὶ μέγα τε αὐτῷ τὴν κόλασιν ἐξηρτύετο. ἐγίνετο δὲ ὧδε. Ἦν τις ἐν Κυζίκῳ ἐπίσκοπος Εὐσέβιος ὄνομα, χαλεπὸς ἅπασι τοῖς ἐντυγχάνουσιν Ἰωάννου οὐδέν τι ἧσσον· τοῦτον Κυζικηνοὶ βασιλεῖ διαβάλλοντες ἐς δίκην ἐκάλουν.