Ancient Greek · ~1 min
25.38 to 25.39
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 25.38-39
Not analysed yet
ἐπεὶ δὲ οὐδὲν ἤνυον, δυνάμει αὐτοὺς περιελθόντος Εὐσεβίου πολλῇ, ξυμφρονήσαντες νεανίαι τινὲς ἐν τῇ Κυζίκου ἀγορᾷ κτείνουσιν. ἐτύγχανε δὲ Ἰωάννης τῷ Εὐσεβίῳ διάφορος γεγονὼς μάλιστα, καὶ ἀπ’ αὐτοῦ ἡ τῆς ἐπιβουλῆς ὑποψία ἐς αὐτὸν ἦλθε.