Ancient Greek · ~3 min
25.41 to 25.44
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 25.41-44
Not analysed yet
καὶ τοῦ μὲν Εὐσεβίου φόνου αἴτιος Ἰωάννης οὐ λίαν ἐξελήλεγκτο, ἐῴκει μέντοι ἡ τοῦ θεοῦ δίκη ποινὰς αὐτὸν τῆς οἰκουμένης ἐσπραττομένη. ἔπειτα δὲ τὰ χρήματα πάντα ἀφελόμενοι γυμνὸν ἐς τὴν ναῦν εἰσεβίβασαν, ἱμάτιον ἕν, καὶ τοῦτο τραχὺ κομιδῆ, ἀμπεχόμενον, ὀβολῶν ὠνηθὲν ὀλίγων τινῶν, οἵ τε αὐτὸν παραπέμποντες ὅπη ἂν ἡ ναῦς ὁρμισθείη ἐκέλευον ἄρτον ἢ ὀβολοὺς ἐκ τῶν προσπιπτόντων αἰτεῖσθαι. οὕτω τε πτωχεύων πανταχόθι τῆς πορείας τῆς Αἰγύπτου ἐς τὴν Ἀντινόου κομίζεται. καὶ τρίτον τοῦτο ἔτος αὐτὸν ἐνταῦθα καθείρξαντες τηροῦσιν. ὁ δέ, καίπερ ἐν τοιούτοις γεγονὼς πάθεσιν, οὐδὲ τὴν τῆς βασιλείας ἐλπίδα μεθῆκεν, ἀλλὰ καὶ Ἀλεξανδρέων τινάς, ἅτε τῷ δημοσίῳ χρυσίον ὀφείλοντας, διαβαλεῖν ἔγνω. Ἰωάννην μὲν οὖν τὸν Καππαδόκην δέκα ἐνιαυτοῖς ὕστερον αὕτη τῶν πεπολιτευμένων κατέλαβε τίσις.