Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 25
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 25.40
Not analysed yet
στέλλονται τοίνυν ἐκ βουλῆς ἄνδρες διερευνησόμενοι τὸ μίασμα τοῦτο· οἳ δὴ τὸν Ἰωάννην πρῶτα μὲν ἐν δεσμωτηρίῳ καθεῖρξαν, ἔπειτα δὲ ἄνδρα ἔπαρχον μὲν δυνατὸν οὕτω γενόμενον, ἐς πατρικίους δὲ ἀναγραφέντα καὶ ἐς τῶν ὑπάτων ἀναβεβηκότα τὸν δίφρον, οὗ μεῖζον εἶναι οὐδὲν ἔν γε τῇ Ῥωμαίων πολιτείᾳ δοκεῖ, ἔστησάν τε γυμνόν, ἅτε λῃστήν τινα ἢ λωποδύτην, καὶ ξαίνοντες κατὰ τοῦ νώτου πολλὰς εἰπεῖν τὰ βεβιωμένα ἠνάγκαζον.